- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.30.1-3.30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德律阿斯因意外之财而应允婚事,随即前往拉蒙家为克洛埃求娶达夫尼斯;拉蒙虽无法推托,却又隐瞒达夫尼斯的真实身世而陷入沉吟。
Οἱ δὲ παρ’ ἐλπίδα ἰδόντες τοσοῦτον ἀργύριον, αὐτίκα τε δώσειν ἐπηγγέλλοντο τὴν Χλόην καὶ πείσειν ὑπισχνοῦντο τὸν Λάμωνα.
他们出乎意料地见到了如此大笔的金钱,便立刻应允将克洛埃许配给他,并保证去说服拉蒙。
Ἡ μὲν δὴ Νάπη μετὰ τοῦ Δάφνιδος αὐτοῦ μένουσα περιήλαυνε τὰς βοῦς καὶ τοῖς τριβόλοις κατειργάζετο τὸν στάχυν· ὁ δὲ Δρύας θησαυρίσας τὸ βαλάντιον ἔνθα ἀπέκειτο τὰ γνωρίσματα, ταχὺ παρὰ τὸν Λάμωνα καὶ τὴν Μυρτάλην ἐφέρετο, μέλλων παρ’ αὐτῶν, τὸ καινότατον,1 μνᾶσθαι νυμφίον. Εὑρὼν δὲ κἀκείνους κριθία μετροῦντας οὐ πρὸ πολλοῦ λελικμημένα ἀθύμως τε ἔχοντας ὅτι μικροῦ δεῖν2 ὀλιγώτερα ἦν τῶν καταβληθέντων σπερμάτων, ἐπ’ ἐκείνοις μὲν παρεμυθήσατο, κοινὴν ὁμολογήσας ἀφορίαν πανταχοῦ γεγονέναι, τὸν δὲ Δάφνιν ᾐτεῖτο Χλόῃ καὶ ἔλεγεν ὅτι πολλὰ ἄλλων διδόντων, οὐδὲν παρ’ αὐτῶν λήψεται, μᾶλλον δέ τι οἴκοθεν αὐτοῖς ἐπιδώσει· συντετράφθαι γὰρ ἀλλήλοις κἀν τῷ νέμειν συνῆφθαι φιλίᾳ ῥᾳδίως λυθῆναι μὴ δυναμένῃ· ἤδη δὲ καὶ ἡλικίαν ἔχειν ὡς καθεύδειν μετ’ ἀλλήλων.
纳珀便同达夫尼斯留在那处,赶着牛走动,用脱谷板碾打麦穗;德律阿斯则把钱袋收藏到存放认亲信物的地方,随后急忙奔向拉蒙和缪耳塔勒,打算向他们求娶一位新郎——这实属罕见的奇事。他见两人也正在量着不久前才扬净的大麦,正因收获的谷物几乎比播下的种子还要少而沮丧不已,便承认到处都有普遍的歉收,以此安慰了他们;随后他为克洛埃向他们求娶达夫尼斯,并表示尽管别人送来重金聘礼,自己却不会从他们那里索取任何东西,反而还会从家里倒贴给他们一些;因为两人是一同长大的,且在放牧中结下了不易瓦解的友谊,如今也已到了可以同床共寝的年龄。
Ὁ μὲν οὖν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι ἆθλον ἔχων3 τὰς τρισχιλίας· ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος (αὐτοὶ γὰρ οὐχ ὑπερηφάνουν) μήτε ἡλικίαν Δάφνιδος (ἤδη γὰρ μειράκιον ἦν) τὸ μὲν ἀληθὲς οὐδ’ ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπεκρίνατο
德律阿斯说了这些以及更多的话,因为有那三千德拉克马作为劝说成功的奖赏。然而拉蒙既不能再借口贫困(因为对方并不嫌弃),也不能借口达夫尼斯的年龄(因为他已是青年),却仍旧没有说出实情——即达夫尼斯的出身远胜于这样的婚姻——只是沉默了片刻,便如此回答道:
- 3.30.2τὸ καινότατον
用作对后文不定式动作乃至整句情境的同格插入语或副词性宾格。按希腊常规习俗,通常是求婚者向女方求娶新娘(μνᾶσθαι νύμφην),此处却是新娘的养父主动登门求娶新郎(μνᾶσθαι νυμφίον),故作者特意加注此为极为罕见的奇事。
- 3.30.3μικροῦ δεῖν
由绝对不定式构成的固定习语,意为“几乎”、“差一点”,修饰比较级 ὀλιγώτερα ἦν,指收获的大麦产量几乎比播种下的谷种还要少,极言歉收之甚。
- 3.30.5οἷα τοῦ πεῖσαι ἆθλον ἔχων
οἷα 与分词 ἔχων 连用,表示客观理由(“因为拥有……”)。带冠词属格不定式 τοῦ πεῖσαι 作为限制性或宾格性属格依附于名词 ἆθλον,意为“以那三千德拉克马作为说服成功的赏金”。
