← 朗格斯

达夫尼斯与克洛伊

§3.29.1-3.29.4

达夫尼斯向德律阿斯求娶克洛埃

达夫尼斯获得了财物,兴奋地向克洛埃说明后奔向德律阿斯,夸耀自己的牧业本领并奉上这笔巨款,大胆求娶克洛埃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.29.1

Εἰλημμένος δὲ τῶν τρισχιλίων1 οὐκέτ’ ἔμελλεν, ἀλλ’ ὡς πάντων ἀνθρώπων πλουσιώτατος, οὐ μόνον τῶν ἐκεῖ γεωργῶν, αὐτίκα ἐλθὼν παρὰ τὴν Χλόην διηγεῖται τὸ ὄναρ, δείκνυσι τὸ βαλάντιον, κελεύει τὰς ἀγέλας φυλάττειν, ἔστ’ ἂν ἐπανέλθῃ, καὶ συντείνας σοβεῖ παρὰ τὸν Δρύαντα. Καὶ εὑρὼν πυρούς τινας ἁλωνοτριβοῦντα μετὰ τῆς Νάπης πάνυ θρασὺν ἐμβάλλει λόγον περὶ γάμου.

达夫尼斯得到了那三千德拉克马,便不再耽搁;他仿佛不仅胜过当地的农夫,更成了全人类最富有的人,立刻赶到克洛埃身边,向她讲述了梦境,展示了钱袋,吩咐她照看羊群直到他回来,随后便急匆匆地赶往德律阿斯那里。他见德律阿斯正与纳珀一起脱粒小麦,便就婚事说出了一番极为大胆的话:

§3.29.2

“Ἐμοὶ δὸς Χλόην γυναῖκα· ἐγὼ καὶ συρίττειν οἶδα καλῶς καὶ κλᾶν ἄμπελον καὶ φυτὰ κατορύττειν· οἶδα καὶ γῆν ἀροῦν καὶ λικμῆσαι πρὸς ἄνεμον. Ἀγέλην δὲ ὅπως νέμω μάρτυς Χλόη· πεντήκοντα αἶγας παραλαβὼν διπλασίονας πεποίηκα· ἔθρεψα καὶ τράγους μεγάλους καὶ καλούς· πρότερον δὲ ἀλλοτρίοις τὰς αἶγας ὑπεβάλλομεν.

“请把克洛埃给我做妻子吧!我不仅擅长吹笛,也懂得修剪葡萄枝、栽培树苗;我还懂得耕地,懂得迎风扬场。至于我怎样放牧群畜,克洛埃就是见证:我接手了五十只山羊,如今已使数量翻倍;我还养大了高大健美的公山羊,而从前我们总要把母山羊送去借用别人的公山羊配种。

§3.29.3

Ἀλλὰ καὶ νέος εἰμὶ καὶ γείτων ὑμῖν ἄμεμπτος· καί με ἔθρεψεν αἴξ, ὡς Χλόην οἶς. Τοσοῦτον δὲ τῶν ἄλλων κρατῶν οὐδὲ δώροις ἡττηθήσομαι.

不仅如此,我还年轻,又是你们无可挑剔的邻人;山羊养育了我,正如同绵羊养育了克洛埃一样。既然在这些方面远胜旁人,在聘礼上我也绝不会落于人后。

§3.29.4

Ἐκεῖνοι δώσουσιν αἶγας καὶ πρόβατα καὶ ζεῦγος ψωραλέων βοῶν καὶ σῖτον μηδὲ ἀλεκτορίδας θρέψαι δυνάμενον· παρ’ ἐμοῦ δὲ αἵδε ὑμῖν τρισχίλιαι. Μόνον ἴστω τοῦτο μηδείς, μὴ Λάμων αὐτὸς οὑμὸς πατήρ.”2 Ἅμα τ’ ἐδίδου καὶ περιβαλὼν κατεφίλει.

他们会送来山羊、绵羊、一对生了疥癣的耕牛,以及连母鸡都喂不饱的谷物;但从我这里给你们的,则是这三千德拉克马。只是谁也不可知道这件事,即便是我的父亲拉蒙本人也不得知道。”他说着便把钱袋递了过去,并一把抱住对方热烈亲吻。

语法注2 条
  1. 3.29.1Εἰλημμένος δὲ τῶν τρισχιλίων

    动词 λαμβάνω 的完成时中被动态分词 εἰλημμένος 在此作中间态用,意为“抓取、据为己有”,其宾语采用了属格 τῶν τρισχιλίων(表示握取或接触对象的属格)。

  2. 3.29.4μὴ Λάμων αὐτὸς οὑμὸς πατήρ

    接续前文的否定祈使句 ἴστω μηδείς(“谁都不可知道”),省略了祈使动词 ἴστω,借助否定词 μή 引出极端的例外情况,意为“即便是我的父亲拉蒙本人也不得知道”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.29.1-3.29.4