- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.28.1-3.28.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
天亮后达夫尼斯前往海边,依照宁芙们的预言,循着死海豚的腐臭找到了装满银币的钱袋,并向神明与大海致谢。
Αἱ μὲν ταῦτα εἰποῦσαι τῇ νυκτὶ συναπῆλθον· γενομένης δὲ ἡμέρας ἀναπηδήσας ὁ Δάφνις περιχαρὴς ἤλαυνε ῥοίζῳ πολλῷ τὰς αἶγας εἰς τὴν νομήν· καὶ τὴν Χλόην φιλήσας καὶ τὰς Νύμφας προσκυνήσας κατῆλθεν ἐπὶ θάλατταν, ὡς περιρράνασθαι θέλων·1 καὶ ἐπὶ τῆς ψάμμου πλησίον τῆς κυματωγῆς ἐβάδιζε ζητῶν τὰς τρισχιλίας. Ἔμελλε δὲ ἄρ’ οὐ πολὺν κάματον ἕξειν· ὁ γὰρ δελφὶς ὁ οὐκ ἀγαθὸν ὀδωδὼς2 αὐτῷ προσέπιπτεν ἐρριμμένος καὶ μυδῶν· οὗ τῇ σηπεδόνι καθάπερ ἡγεμόνι χρώμενος ὁδοῦ προσῆλθέ τε εὐθὺς καὶ τὰ φυκία ἀφελὼν εὑρίσκει τὸ βαλάντιον ἀργυρίου μεστόν.
她们说完了这番话,便随同夜色一同离去。天亮之后,达夫尼斯欢欣若狂地跃起身来,呼哨连连,将山羊赶往牧场;他亲吻了克洛埃,又拜谒了宁芙们,然后托词想要净身,走下海边。他在靠近浪花拍岸处的沙滩上漫步,寻觅着那三千德拉克马。 然而他注定毋须大费周章;因为那条散发着恶臭、被冲上岸而正在腐烂的海豚映入了他的眼帘。他便以那腐臭宛如向导引路一般,随即迎上前去,拨开海藻,找到了装满银币的钱袋。
Τοῦτο ἀνελόμενος καὶ εἰς τὴν πήραν ἐνθέμενος οὐ πρόσθεν ἀπῆλθε, πρὶν τὰς Νύμφας εὐφημῆσαι καὶ αὐτὴν τὴν θάλατταν· καίπερ γὰρ αἰπόλος ὤν, ἤδη καὶ τὴν θάλατταν ἐνόμιζε τῆς γῆς γλυκυτέραν, ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβάνουσαν.3
他捡起钱袋放进褡裢,直到颂扬了宁芙们和大海本身之后才肯离去;因为他虽是个牧羊人,如今却已觉得大海比陆地更为可爱,认定它为了他与克洛埃的婚事助了一臂之力。
- 3.28.1ὡς περιρράνασθαι θέλων
连词 ὡς 与分词 θέλων 连用,表示主语达夫尼斯表面上的托词或掩饰性的意图(“托称想要净身/仿佛想要洗涤自身一样”),以掩盖其寻找钱袋的真正目的。
- 3.28.2οὐκ ἀγαθὸν ὀδωδὼς
中性单数宾格 οὐκ ἀγαθόν 作为同族宾格(或副词性宾格)与完成时分词 ὀδωδώς(源自 ὄζω,“散发气味”)连用,习惯上表示“散发不良气味”,即“恶臭的”。
- 3.28.3ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβάνουσαν
分词 συλλαμβάνουσαν 在性、数、格上与主句宾格宾语 τὴν θάλατταν 一致,且由 ὡς 引领,表达达夫尼斯主观上的归因与认定(“认为大海为他同克洛埃的婚事提供了助力”)。
