← 朗格斯

达夫尼斯与克洛伊

§3.27.1-3.27.5

宁芙托梦与海难遗留的钱财

密耳塔勒自以为体面地推掉了婚事,绝望的达夫尼斯向宁芙们求助;宁芙们托梦显现,告知他岬角沉船冲上岸的大笔钱财所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27.1

Μυρτάλη μὲν οὔποτε ἐλπίσασα Δρύαντα τούτοις συνθήσεσθαι μνηστῆρας ἔχοντα πλουσιωτέρους εὐπρεπῶς ᾤετο παρῃτῆσθαι τὸν γάμον· Δάφνις δὲ οὐκ εἶχε μέμφεσθαι1 τὰ λελεγμένα. Λειπόμενος δὲ πολὺ τῶν αἰτουμένων τὸ σύνηθες ἐρασταῖς πενομένοις ἔπραττεν· ἐδάκρυε καὶ τὰς Νύμφας αὖθις ἐκάλει βοηθούς.

密耳塔勒料定德律阿斯既然有更富有的求婚者,就绝不会同意这些条件,因而自以为已经体面地推辞了这桩婚事;而达夫尼斯对所说的这番话也无从指责。因为远远达不到所索要的条件,他便做出了贫困恋人们常做的事:他流下眼泪,再次呼求宁芙们前来相助。

§3.27.2

Αἱ δὲ αὐτῷ καθεύδοντι νύκτωρ ἐν τοῖς αὐτοῖς ἐφίστανται σχήμασιν, ἐν οἷς καὶ πρότερον· ἔλεγε δὲ ἡ πρεσβυτάτη πάλιν “γάμου μὲν μέλει τῆς Χλόης ἄλλῳ θεῷ,2 δῶρα δέ σοι δώσομεν ἡμεῖς, ἃ θέλξει Δρύαντα.

夜里他正睡着,她们便以同先前一模一样的形态显现在他面前;最年长的那位再次开口说道:“克洛埃的婚事另有一位神明照料,但我们会赐予你礼物,足以打动德律阿斯。

§3.27.3

Ἡ ναῦς ἡ τῶν Μηθυμναίων νεανίσκων, ἧς τὴν λύγον αἱ σαί ποτε αἶγες κατέφαγον, ἡμέρᾳ μὲν ἐκείνῃ μακρὰν τῆς γῆς ὑπηνέχθη πνεύματι· νυκτὸς δὲ πελαγίου ταράξαντος ἀνέμου τὴν θάλατταν εἰς τὴν γῆν εἰς τὰς τῆς ἄκρας πέτρας ἐξεβράσθη.

那些墨提姆纳青年人的船——从前你的山羊曾咬断过它的柳条缆绳——在那一天被风刮得远离陆地;但到了夜里,海风激起巨浪,将它冲到了陆地上岬角的礁石间。

§3.27.4

Αὐτὴ μὲν οὖν διεφθάρη καὶ πολλὰ τῶν ἐν αὐτῇ· βαλάντιον δὲ τρισχιλίων δραχμῶν ὑπὸ τοῦ κύματος ἀπεπτύσθη καὶ κεῖται φυκίοις κεκαλυμμένον πλησίον δελφῖνος νεκροῦ, δι’ ὃν οὐδεὶς προσῆλθεν ὁδοιπόρος, τὸ δυσῶδες τῆς σηπεδόνος παρατρέχων.

船身本身毁坏了,船上的许多财物也随之丧失;但一个装有三千德拉克马的钱袋被海浪吐了出来,盖着海藻躺在一条死海豚近旁;因那条死海豚的缘故,没有一个过路人靠近,全都避开腐烂的恶臭匆匆跑过。

§3.27.5

Ἀλλὰ σὺ πρόσελθε καὶ προσελθὼν ἀνελοῦ καὶ ἀνελόμενος δός. Ἱκανόν σοι νῦν μὲν δόξαι μὴ πένητι,3 χρόνῳ δὲ ὕστερον ἔσῃ καὶ πλούσιος.”

但你要前去,走到近前将它拾起,拾起之后交给他。眼下对你而言,只要不被当作穷人就足够了;日后你也必将变得富有。”

语法注3 条
  1. 3.27.1οὐκ εἶχε μέμφεσθαι

    动词 ἔχω 搭配不定式(μέμφεσθαι)表示能力或可能性(相当于拉丁语 possum 或 habeo + 不定式,“能够”)。带有否定词 οὐκ,意为“无法责怪/挑剔”。

  2. 3.27.2γάμου μὲν μέλει τῆς Χλόης ἄλλῳ θεῷ

    该句遵循非人称动词 μέλει 的标准句法:所关心的对象用属格(γάμου),实施关心者用与格(ἄλλῳ θεῷ)。τῆς Χλόης 是限定 γάμου 的属格(“克洛埃的婚事”),中心词 γάμου 因前置而得到强调。

  3. 3.27.5Ἱκανόν σοι νῦν μὲν δόξαι μὴ πένητι

    非人称表语 ἱκανόν [ἐστί](“足够”)接关涉与格 σοι,不定式 δόξαι 作为真正主语。不定式的表语名词 πένητι 受到主句与格补足语 σοι 的引诱而发生格一致(与格同化),而非采用通常不定式所带的宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.27.1-3.27.5