- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.26.1-3.26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
听闻克洛埃求婚者之事的达夫尼斯悲痛欲绝,继而决定亲自求婚并向养母密耳塔勒倾吐心声;拉蒙因看重达夫尼斯的高贵出身而断然拒绝,密耳塔勒为免养子绝望,便借口家境贫寒掩饰真情,并劝他让克洛埃说服其父降低彩礼要求。
Ἔκφρων ἐπὶ τούτοις ὁ Δάφνις γίνεται καὶ ἐδάκρυσε καθήμενος, ἀποθανεῖσθαι μηκέτι συννεμούσης Χλόης λέγων· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὰ πρόβατα μετὰ τοιοῦτον ποιμένα.1 Εἶτα ἀνενεγκὼν ἐθάρρει καὶ πείσειν ἐνενόει τὸν πατέρα καὶ ἕνα τῶν μνωμένων αὑτὸν ἠρίθμει καὶ πολὺ κρατήσειν ἤλπιζε τῶν ἄλλων.
达夫尼斯听闻这些,顿时神魂颠倒,坐地痛哭,说要是克洛埃不再同他一起放牧,他便去死;而且不仅他一人,就连羊群在失去这样一位牧女之后也会死去。随后他缓过神来,振作精神,打算说服〔克洛埃的〕父亲,把自己也列入求婚者之列,并期望能大胜其他人。
Ἓν αὐτὸν ἐτάραττεν· οὐκ ἦν Λάμων πλούσιος· τοῦτο μόνον αὐτοῦ τὴν ἐλπίδα λεπτὴν εἰργάζετο· ὅμως δὲ ἐδόκει μνᾶσθαι, καὶ τῇ Χλόῃ συνεδόκει. Τῷ Λάμωνι μὲν οὖν οὐδὲν ἐτόλμησεν εἰπεῖν, τῇ Μυρτάλῃ δὲ θαρρήσας καὶ τὸν ἔρωτα ἐμήνυσε καὶ περὶ τοῦ γάμου λόγους προσήνεγκεν· ἡ δὲ τῷ Λάμωνι νύκτωρ ἐκοινώσατο.
有一件事令他烦恼:拉蒙并不富裕,唯独这一点使他的希望变得渺茫。尽管如此,他还是决定去求婚,克洛埃也表示赞同。于是,他不敢对拉蒙说什么,却鼓起勇气向密耳塔勒倾吐了爱意,并提起了婚事;密耳塔勒在夜里把这事告诉了拉蒙。
Σκληρῶς δὲ ἐκείνου τὴν ἔντευξιν ἐνεγκόντος καὶ λοιδορήσαντος εἰ2 παιδὶ θυγάτριον ποιμένων προξενεῖ μεγάλην ἐν τοῖς γνωρίσμασιν ἐπαγγελλομένῳ τύχην,3 ὃς αὐτούς, εὑρὼν τοὺς οἰκείους, καὶ ἐλευθέρους θήσει καὶ δεσπότας ἀγρῶν μειζόνων, ἡ Μυρτάλη διὰ τὸν ἔρωτα φοβουμένη μὴ τελέως ἀπελπίσας ὁ Δάφνις τὸν γάμον τολμήσῃ τι θανατῶδες, ἄλλας αὐτῷ τῆς ἀντιρρήσεως αἰτίας ἀπήγγειλε.
然而拉蒙严厉地回绝了这番恳请,责骂她竟然要把一个牧羊人的小女儿许配给一个凭借辨识信物昭示着巨大运气的孩子——那孩子一旦找到亲人,不仅会让他们获得自由,还会让他们成为更广大地产的主人;密耳塔勒因关切达夫尼斯的爱情,唯恐他对婚事彻底绝望而做出轻生寻死之举,便向他编报了丈夫反对的其他缘由。
“Πένητες ἐσμέν, ὦ παῖ, καὶ δεόμεθα νύμφης φερούσης τι μᾶλλον· οἱ δὲ πλούσιοι καὶ πλουσίων νυμφίων δεόμενοι. Ἴθι δή, πεῖσον Χλόην, ἡ δὲ τὸν πατέρα, μηδὲν αἰτεῖν μέγα· πάντως δή που κἀκείνη φιλεῖ σε καὶ βούλεται συγκαθεύδειν πένητι καλῷ μᾶλλον ἢ πιθήκῳ πλουσίῳ.”
“孩子啊,我们家贫困,更需要一个能带来点东西的新娘;而他们家富有,需要的是富有的新郎。去吧,去说服克洛埃,让她去劝劝她父亲,不要索要太多的重礼。反正她无论如何也是爱你的,比起跟一个富有的猴子同榻共眠,她肯定宁愿跟一个俊美的穷小伙睡在一起。”
- 3.26.1μετὰ τοιοῦτον ποιμένα
介词 μετά 接宾格表示时间上的先后(“在这样一位牧女之后”)。在句法上,此处承前省略了不定式 ἀποθανεῖσθαι(死去),含有“羊群在失去这样出色的牧女(克洛埃)之后也将随之死去”的深意。
- 3.26.3λοιδορήσαντος εἰ
在表示斥责的动词 λοιδορέω 之后,连词 εἰ 引导表示非难或愤怒内容的情感从句(“责骂她竟然……”),而非纯粹的假设条件(“如果”),用于交代拉蒙对妻子提议所爆发的怒气原因。
- 3.26.3παιδὶ θυγάτριον ποιμένων προξενεῖ μεγάλην ἐν τοῖς γνωρίσμασιν ἐπαγγελλομένῳ τύχην
这是一个夹置倒错(hyperbaton)的句式:动词 προξενεῖ 的直接宾语是 θυγάτριον ποιμένων(牧羊人的小女儿),而与格间接宾语是两端分离的 παιδὶ ... ἐπαγγελλομένῳ(配给一个……许诺着的孩子)。介词短语 ἐν τοῖς γνωρίσμασιν(在辨识物中)修饰分词 ἐπαγγελλομένῳ,其宾语为 μεγάλην ... τύχην(巨大的命运/身家)。
