← 朗格斯

达夫尼斯与克洛伊

§3.25.1-3.25.4

克洛埃的求婚者与养父母的盘算

夏日里众多求婚者向克洛埃求婚,纳佩力主将她出嫁,德律阿斯则出于对丰厚利益及她高贵出身的考虑而推延答复,满怀忧愁的克洛埃最终将实情告诉了达夫尼斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25.1

Ἐν τῷ θέρει τῷδε καὶ μνηστήρων πλῆθος ἦν περὶ τὴν Χλόην καὶ πολλοὶ πολλαχόθεν ἐφοίτων παρὰ τὸν Δρύαντα πρὸς γάμον αἰτοῦντες αὐτήν. Καὶ οἱ μέν τι δῶρον ἔφερον, οἱ δὲ ἐπηγγέλλοντο μεγάλα.

在这个夏天,克洛埃身边也出现了一大群求婚者,许多人从四面八方来到德律阿斯那里,请求娶她为妻。有些人带来了礼物,有些人则许下重诺。

§3.25.2

Ἡ μὲν οὖν Νάπη ταῖς ἐλπίσιν ἐπαιρομένη συνεβούλευεν ἐκδιδόναι τὴν Χλόην μηδὲ κατέχειν οἴκοι πρὸς πλέον τηλικαύτην κόρην, ἣ τάχα μικρὸν ὕστερον νέμουσα τὴν παρθενίαν ἀπολέσει καὶ ἄνδρα ποιήσεταί τινα τῶν ποιμένων ἐπὶ μήλοις ἢ ῥόδοις, ἀλλ’ ἐκείνην τε ποιῆσαι δέσποιναν οἰκίας καὶ αὐτοὺς πολλὰ λαβόντας ἰδίῳ φυλάττειν αὐτὰ καὶ γνησίῳ παιδίῳ (ἐγεγόνει γὰρ αὐτοῖς ἄρρεν παιδίον οὐ πρὸ πολλοῦ τινος)·

于是,纳佩满怀期许,极力主张把克洛埃嫁出去,不要再把这般年纪的少女留在家里,因为她也许不久后便会在放牧时失去童贞,为了几个苹果或几朵玫瑰就找某个牧人作丈夫;相反,应当让她成为一户人家的女主人,他们自己也能收得丰厚的财礼,好为自己亲生的孩子(因为就在不久前他们刚添了一个男孩)留存下来。

§3.25.3

ὁ δὲ Δρύας ποτὲ μὲν ἐθέλγετο τοῖς λεγομένοις (μείζονα γὰρ ἢ κατὰ ποιμαίνουσαν κόρην1 δῶρα ὠνομάζετο παρ’ ἑκάστου), ποτὲ δὲ ἐννοήσας ὡς κρείττων ἐστὶν ἡ παρθένος μνηστήρων γεωργῶν καὶ ὡς, εἴ ποτε τοὺς ἀληθινοὺς γονέας εὕροι, μεγάλως αὐτοὺς εὐδαίμονας θήσει, ἀνεβάλλετο τὴν ἀπόκρισιν καὶ εἷλκε χρόνον ἐκ χρόνου καὶ ἐν τῷ τέως ἀπεκέρδαινεν οὐκ ὀλίγα δῶρα.

然而德律阿斯有时被这些话所打动(因为每个人开出的财礼都远远超过了一个牧羊女的身分),有时又考虑到这少女比乡野的求婚者要高贵得多,一旦找到了亲生父母,定会让〔德律阿斯和纳佩〕大享荣华富贵;于是他一再推迟答复,拖延时日,并在此期间获利了不少礼物。

§3.25.4

Ἡ μὲν δὴ μαθοῦσα λυπηρῶς πάνυ διῆγε καὶ τὸν Δάφνιν ἐλάνθανεν ἐπὶ πολύ, λυπεῖν οὐ θέλουσα· ὡς δὲ ἐλιπάρει καὶ ἐνέκειτο πυνθανόμενος καὶ ἐλυπεῖτο μᾶλλον μὴ μανθάνων ἢ ἔμελλε μαθών,2 πάντα αὐτῷ διηγεῖται, τοὺς μνηστευομένους ὡς πολλοὶ καὶ πλούσιοι,3 τοὺς λόγους οὓς ἡ Νάπη σπεύδουσα τὸν γάμον ἔλεγεν, καὶ ὡς οὐκ ἀπείπατο Δρύας, ἀλλ’ ὡς εἰς τὸν τρυγητὸν ἀναβέβληται.

克洛埃得知此事后,日子过得极为悲伤,但因不愿让达夫尼斯伤心,很长一段时间都瞒着他。然而见达夫尼斯苦苦央求、执意追问,甚至因不知真相而受的折磨比知道之后还要痛苦,她便将一切都向他倾吐:求婚者如何之多、家境如何富裕,纳佩催促成婚时说了些什么,以及德律阿斯虽未回绝、却将婚事推迟到了葡萄收割之时。

语法注3 条
  1. 3.25.3μείζονα γὰρ ἢ κατὰ ποιμαίνουσαν κόρην

    由比较级 μείζονα 与介词短语 ἢ κατά 加宾格构成的习惯表达,意为“超出……的身分/标准”或“对一个牧羊女而言过大”,表示与其地位不相称,而非单纯两物之间的比较。

  2. 3.25.4ἢ ἔμελλε μαθών

    承接前文 ἐλυπεῖτο μᾶλλον μὴ μανθάνων 的比较从句。动词 ἔμελλε 之后省略了不定词 λυπεῖσθαι,并与时间/条件分词 μαθών(“获悉之后”)相对照,表示“相比于获悉之后即将承受的悲伤,他因被蒙在鼓里而感到的痛苦更为深重”。

  3. 3.25.4τοὺς μνηστευομένους ὡς πολλοὶ καὶ πλούσιοι

    先取句式(prolepsis,先取格)。本应作为从属句 ὡς 的主语(οἱ μνηστευόμενοι),被提前作为主动词 διηγεῖται 的直接宾格宾语(τοὺς μνηστευομένους),整句意为“(讲述了)求婚者们如何众多且富足”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.25.1-3.25.4