← 朗格斯

达夫尼斯与克洛伊

§3.22.1-3.22.4

困惑于回声的克洛埃与达夫尼斯讲述的厄科神话

克洛埃第一次听到回声而感到十分困惑并向达夫尼斯询问,达夫尼斯在要求亲吻作为酬劳后,开始向她讲述厄科的神话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.1

Ὁ μὲν οὖν Δάφνις εἰδὼς τὸ πραττόμενον μόνῃ τῇ θαλάττῃ προσεῖχε καὶ ἐτέρπετο τῇ νηὶ παρατρεχούσῃ τὸ πεδίον θᾶττον πτεροῦ καὶ ἐπειρᾶτό τινα διασώσασθαι τῶν ᾀσμάτων, ὡς γένοιτο τῆς σύριγγος μέλη· ἡ δὲ Χλόη τότε πρῶτον πειρωμένη τῆς καλουμένης ἠχοῦς ποτὲ μὲν εἰς τὴν θάλατταν ἀπέβλεπε, τῶν ναυτῶν κελευόντων, ποτὲ δὲ εἰς τὴν ὕλην ἐπεστρέφετο, ζητοῦσα τοὺς ἀντιφωνοῦντας. Καὶ ἐπεὶ παραπλευσάντων1 ἦν κἀν τῷ αὐλῶνι σιγή, ἐπυνθάνετο τοῦ Δάφνιδος, εἰ καὶ ὀπίσω τῆς ἄκρας ἐστὶ θάλαττα καὶ ναῦς ἄλλη παρέπλει καὶ ἄλλοι ναῦται τὰ αὐτὰ ᾖδον καὶ ἅμα πάντες σιωπῶσι.

达夫尼斯明白正在发生什么,便只顾望着大海,看着那艘比飞鸟之翼还要迅疾地掠过平原旁的大船而感到欣喜,并试图记下其中的几支歌,好让它们化为排箫的曲调;而克洛埃当时是第一次经历所谓的回声,她一会儿在水手们呼喊口令时望向大海,一会儿又转向树林,寻找那些应声作答的人。当他们驶过之后,谷中也恢复了寂静,她便向达夫尼斯打听,岬角后面是否也有一片大海,有另一艘船驶过,另一些水手唱着相同的歌,而且大家同时沉默着。

§3.22.4

Γελάσας οὖν ὁ Δάφνις ἡδὺ καὶ φιλήσας ἥδιον φίλημα καὶ τὸν τῶν ἴων στέφανον ἐκείνῃ περιθεὶς ἤρξατο αὐτῇ μυθολογεῖν τὸν μῦθον τῆς Ἠχοῦς, αἰτήσας, εἰ διδάξειε,2 μισθὸν παρ’ αὐτῆς ἄλλα φιλήματα δέκα.

达夫尼斯于是甜美地笑了笑,吻了她一个更甜美的吻,将紫罗兰花环戴在她的头上,并在要求如果自己讲了、她便得额外奖赏他十个吻作为酬劳之后,开始向她讲述厄科的神话。

语法注2 条
  1. 3.22.3παραπλευσάντων

    省略主语的独立属格。动作主体可由上下文明确推知为方才提及的水手们(τῶν ναυτῶν)。

  2. 3.22.4εἰ διδάξειε

    间接引语中的祈愿语气条件从句。直接引语中表未来预期的条件(如 ἐὰν διδάξω)受过去时分词 αἰτήσας 及主动词 ἤρξατο 的统辖而转为祈愿式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.22.1-3.22.4