← 朗格斯

达夫尼斯与克洛伊

§3.23.1-3.23.5

厄科被撕碎的神话与克洛埃的吻

达夫尼斯向克洛埃讲述了宁芙之女厄科因招致潘神的愤怒而被撕碎、并被大地掩藏后模仿万物声音的神话,随后克洛埃给予了他无数个吻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23.1

“Νυμφῶν, ὦ κόρη, πολὺ γένος, Μελίαι καὶ Δρυάδες καὶ Ἕλειοι· πᾶσαι καλαί, πᾶσαι μουσικαί. Καὶ μιᾶς τούτων θυγάτηρ Ἠχὼ γίνεται, θνητὴ μὲν ὡς ἐκ πατρὸς θνητοῦ, καλὴ δὲ ὡς ἐκ μητρὸς καλῆς.

“少女啊,宁芙的种类众多:梣树宁芙、树木宁芙和沼泽宁芙;个个美丽,个个通晓音律。而厄科正是其中一员的女儿,她生来是凡人,因为出自凡人父亲;但容貌秀丽,因为出自美丽的母亲。

§3.23.2

Τρέφεται μὲν ὑπὸ Νυμφῶν, παιδεύεται δὲ ὑπὸ Μουσῶν συρίττειν, αὐλεῖν, τὰ πρὸς λύραν, τὰ πρὸς κιθάραν, πᾶσαν ᾠδήν, ὥστε καὶ παρθενίας εἰς ἄνθος ἀκμάσασα ταῖς Νύμφαις συνεχόρευε, ταῖς Μούσαις συνῇδεν· ἄρρενας δὲ ἔφευγε πάντας, καὶ ἀνθρώπους καὶ θεούς, φιλοῦσα τὴν παρθενίαν.

她由宁芙们抚养长大,又受缪斯们的教导而学会吹排箫、吹竖笛、伴随里拉琴歌唱、伴随齐特拉琴歌唱,以及各种各样的歌谣。因此,当她绽放出少女的韶华之花时,她与宁芙们一同起舞,与缪斯们一同合唱;但她热爱处女的贞洁,避开所有的男子,无论是凡人还是神明。

§3.23.3

Ὁ Πὰν ὀργίζεται τῇ κόρῃ, τῆς μουσικῆς φθονῶν, τοῦ κάλλους μὴ τυχών, καὶ μανίαν ἐμβάλλει τοῖς ποιμέσι καὶ τοῖς αἰπόλοις. Οἱ δὲ ὥσπερ κύνες ἢ λύκοι διασπῶσιν αὐτὴν καὶ ῥίπτουσιν εἰς πᾶσαν γῆν ἔτι ᾄδοντα τὰ μέλη.1

潘神对这少女大为恼怒,既嫉妒她的乐艺,又未能得到她的美貌,便把疯狂注入牧羊人和牧山羊人的心中。他们如同恶犬或野狼一般将她撕碎,把她那仍在歌唱的肢体抛洒到大地的各处。

§3.23.4

Καὶ τὰ μέλη Γῆ χαριζομένη Νύμφαις ἔκρυψε πάντα. Καὶ ἐτήρησε τὴν μουσικὴν καὶ γνώμῃ Μουσῶν ἀφίησι φωνὴν καὶ μιμεῖται πάντα, καθάπερ τότε ἡ κόρη, θεούς, ἀνθρώπους, ὄργανα, θηρία· μιμεῖται καὶ αὐτὸν συρίττοντα τὸν Πᾶνα.

而大地为了顺应宁芙们的心愿,将所有的肢体掩藏起来。大地保存了她的音乐,并在缪斯们的意旨下发出声音,模仿一切事物,正如少女当年所做的那样:神明、人类、乐器、野兽;甚至连吹着排箫的潘神本人,她也加以模仿。

§3.23.5

Ὁ δὲ ἀκούσας ἀναπηδᾷ καὶ διώκει κατὰ τῶν ὀρῶν, οὐκ ἐρῶν τυχεῖν ἀλλ’ ἢ τοῦ μαθεῖν,2 τίς ἐστὶν ὁ λανθάνων μαθητής.” Ταῦτα μυθολογήσαντα τὸν Δάφνιν οὐ δέκα μόνον φιλήματα ἀλλὰ πάνυ πολλὰ κατεφίλησεν3 ἡ Χλόη· μικροῦ δὲ καὶ τὰ αὐτὰ εἶπεν ἡ Ἠχώ, καθάπερ μαρτυροῦσα ὅτι μηδὲν ἐψεύσατο.

潘神听闻后便跳将起来,在山峦间四处追赶,并非渴望占有她,而只是想弄清楚这隐匿的徒弟究竟是谁。” 达夫尼斯讲述完这番神话之后,克洛埃不仅亲了他十个吻,更是热情地吻了他极多次;而厄科也几乎重复了同样的话,仿佛在作证他未曾说半句谎言。

语法注3 条
  1. 3.23.3ἔτι ᾄδοντα τὰ μέλη

    名词 μέλος 兼有“肢体/躯体部位”(中性复数 μέλη)与“曲调/歌谣”(复数 μέλη)两层含义。此处作者有意双关:厄科被撕碎后抛散的残肢,同时也是她那依然歌唱不绝的乐曲旋律。

  2. 3.23.5ἀλλ’ ἢ τοῦ μαθεῖν

    否定词 οὐκ 之后的 ἀλλ' ἤ 是常见习语,表示“除了……之外(except/other than)”或“只、仅仅(only)”。带属格冠词的不定式 τοῦ μαθεῖν 受分词 ἐρῶν(渴望、欲求,通常接属格)支配,与前面直接使用的不定式 τυχεῖν 构成了语法上的不对称并列。

  3. 3.23.5Ταῦτα μυθολογήσαντα τὸν Δάφνιν οὐ δέκα μόνον φιλήματα ἀλλὰ πάνυ πολλὰ κατεφίλησεν

    动词 κατεφίλησεν(热烈亲吻)采用了双宾格构式:人称直接宾语 τὸν Δάφνιν(由表示先前动作的不定过去时分词 μυθολογήσαντα 修饰),以及表示动作内容与数量的同族宾格(内宾格)φιλήματα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.23.1-3.23.5