← 朗格斯

达夫尼斯与克洛伊

§3.21.1-3.21.5

渔船的舟歌与海湾中的回声

达夫尼斯与克洛埃亲昵之际,一艘渔船划过,水手们的号子声与划桨声在凹陷的峡湾中激起悦耳的回声。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21.1

Ἐσθιόντων δὲ αὐτῶν καὶ περιττότερα φιλούντων ὧν ἤσθιον,1 ναῦς ἁλιέων ὤφθη παραπλέουσα. Ἄνεμος μὲν οὐκ ἦν, γαλήνη δὲ ἦν καὶ ἐρέττειν ἐδόκει. Καὶ ἤρεττον ἐρρωμένως· ἠπείγοντο γὰρ νεαλεῖς ἰχθῦς εἰς τὴν πόλιν διασώσασθαι τῶν τινι πλουσίων.

正当他们吃着东西,接吻的次数比吃下的口数还要多时,只见一艘渔船从旁驶过。当时没有风,海面一片风平浪静,看来只得划桨。他们正奋力划着;因为他们急于为一位富人将新鲜的鱼完好地运送到城里。

§3.21.2

Οἷον οὖν εἰώθασι ναῦται δρᾶν ἐς καμάτων ἀμέλειαν, τοῦτο κἀκεῖνοι δρῶντες τὰς κώπας ἀνέφερον. Εἷς μὲν αὐτοῖς κελευστὴς ναυτικὰς ᾖδεν ᾠδάς, οἱ δὲ λοιποὶ καθάπερ χορὸς ὁμοφώνως κατὰ καιρὸν τῇ ἐκείνου φωνῇ ἐβόων.

于是,就像水手们为了忘却辛劳惯常所做的那样,他们也一边这样做着,一边起落船桨。他们当中有一名号令官唱起水手之歌,其余的人则宛如合唱队一般,在合宜的节拍上随着他的声音齐声呼喊。

§3.21.3

Ἡνίκ’ οὖν ἐν ἀναπεπταμένῃ τῇ θαλάττῃ ταῦτα ἔπραττον, ἠφανίζετο ἡ βοὴ χεομένης τῆς φωνῆς εἰς πολὺν ἀέρα· ἐπεὶ δὲ ἄκρᾳ τινὶ ὑποδραμόντες εἰς κόλπον μηνοειδῆ καὶ κοῖλον εἰσήλασαν, μείζων μὲν ἠκούετο βοή, σαφῆ δὲ ἐξέπιπτεν εἰς τὴν γῆν τὰ τῶν κελευστῶν ᾄσματα.

当他们在开阔的海面上这样做时,声音消散在浩渺的长空之中,呼喊声便隐没了;但当他们绕过一处岬角,驶入一个新月形的内凹海湾时,那呼声便听得更加响亮,号令官的歌声也清晰地传到了岸上。

§3.21.4

Κοῖλος γὰρ τῷ πεδίῳ αὐλὼν ὑποκείμενος καὶ τὸν ἦχον εἰς αὑτὸν ὡς ὄργανον δεχόμενος πάντων τῶν φθεγγομένων μιμητὴν φωνὴν ἀπεδίδου, ἰδίᾳ μὲν τῶν κωπῶν τὸν ἦχον, ἰδίᾳ δὲ τὴν φωνὴν τῶν ναυτῶν· καὶ ἐγίνετο ἄκουσμα τερπνόν.

因为平原下方有一处凹陷的深谷,它如乐器般将声响收纳其中,把所有发出的声响都化作模仿的回声返送回来——船桨的拍击声自是清晰,水手们的呼喊声也自是分明;这变成了一种悦耳的听觉享受。

§3.21.5

Φθανούσης γὰρ τῆς ἀπὸ τῆς θαλάττης φωνῆς, ἡ ἐκ τῆς γῆς φωνὴ τοσοῦτον ἐπαύετο βράδιον, ὅσον ἤρξατο.2

由于来自海上的声音抢先发出,陆地上回荡的声音便比它晚开始多少,也就晚平息多少。

语法注2 条
  1. 3.21.1περιττότερα φιλούντων ὧν ἤσθιον

    中性复数宾格副词性用法的 περιττότερα 其后接比较属格 ὧν。关系代词 ὧν 本为从句动词 ἤσθιον 的宾语(宾格 ἅ),因先行词 τούτων 省略而受其格位牵引(attractio relativi)变为属格。

  2. 3.21.5Φθανούσης γὰρ τῆς ἀπὸ τῆς θαλάττης φωνῆς, ἡ ἐκ τῆς γῆς φωνὴ τοσοῦτον ἐπαύετο βράδιον, ὅσον ἤρξατο.

    前半句为独立属格 Φθανούσης ... φωνῆς(来自海上的声音先行发出),主句则采用相关结构 τοσοῦτον ... ὅσον(……多少,就……多少)。由于来自陆地的声音(回声)比原声晚开始(ὅσον ἤρξατο 省略了 βράδιον),因而它平息的时间也相应地延迟了同样的程度(τοσοῦτον ἐπαύετο βράδιον),生动解释了回声的时差现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.21.1-3.21.5