← 朗格斯

达夫尼斯与克洛伊

§3.20.1-3.20.3

达夫尼斯惧怕流血与两人重归纯真嬉戏

达夫尼斯因惧怕流血而不敢与克洛埃发生实质关系,于是退回从前纯真的拥吻与嬉戏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20.1

Ἡ μὲν οὖν Λυκαίνιον τοσαῦτα ὑποθεμένη κατ’ ἄλλο μέρος τῆς ὕλης ἀπῆλθεν, ὡς ἔτι ζητοῦσα τὸν χῆνα· ὁ δὲ Δάφνις εἰς λογισμὸν ἄγων τὰ εἰρημένα, τῆς μὲν πρότερον ὁρμῆς ἀπήλλακτο, διοχλεῖν δὲ τῇ Χλόῃ περιττότερον ὤκνει φιλήματος καὶ περιβολῆς,1 μήτε βοῆσαι θέλων αὐτὴν ὡς πρὸς πολέμιον, μήτε δακρῦσαι ὡς ἀλγοῦσαν, μήτε αἱμαχθῆναι καθάπερ πεφονευμένην·

吕凯尼昂这般叮嘱之后,便往林子的另一处走去,装作仍在寻找鹅的模样。而达夫尼斯将她所说的话反复思量,已摆脱了先前的冲动,不愿在亲吻与拥抱之外过度打扰克洛埃;他既不愿她如对抗仇敌般尖叫,也不愿她如饱受剧痛般落泪,更不愿她宛若被杀害一般流血。

§3.20.2

ἀρτιμαθὴς γὰρ ὢν ἐδεδοίκει τὸ αἷμα καὶ ἐνόμιζεν ὅτι ἄρα ἐκ μόνου τραύματος αἷμα γίνεται. Γνοὺς δὲ τὰ συνήθη τέρπεσθαι μετ’ αὐτῆς ἐξέβη τῆς ὕλης· καὶ ἐλθὼν ἵνα ἐκάθητο στεφανίσκον ἴων πλέκουσα, τόν τε χῆνα τῶν τοῦ ἀετοῦ ὀνύχων ἐψεύσατο ἐξαρπάσαι2 καὶ περιφὺς ἐφίλησεν, οἷον ἐν τῇ τέρψει Λυκαίνιον·

因为他初学此事,十分惧怕鲜血,并认定鲜血唯有从伤口中才会流出。于是他决定同她重温往常的嬉乐,走出了树林;来到她正坐着编织紫罗兰花冠的地方,他谎称自己从鹰爪下夺回了鹅,并搂紧她吻了下去,正如在同吕凯尼昂欢会时所做的那样。

§3.20.3

τοῦτο γὰρ ἐξῆν ὡς ἀκίνδυνον· ἡ δὲ τὸν στέφανον ἐφήρμοσεν αὐτοῦ τῇ κεφαλῇ καὶ τὴν κόμην ἐφίλησεν ὡς τῶν ἴων κρείττονα. Κἀκ τῆς πήρας προκομίσασα παλάθης μοῖραν καὶ ἄρτους τινὰς ἔδωκε φαγεῖν· καὶ ἐσθίοντος3 ἀπὸ τοῦ στόματος ἥρπαζε καὶ οὕτως ἤσθιεν ὥσπερ νεοττὸς ὄρνιθος.

因为这被视作全无危险而获准行之。克洛埃便把花冠戴在他的头上,亲吻他的发丝,觉得它比紫罗兰还要美妙。她又从皮囊中取出一块无花果饼和几个面包给他吃;当他吃着的时候,她便从他的嘴边抢过食物,像雏鸟一般就这样吃了起来。

语法注3 条
  1. 3.20.1περιττότερον φιλήματος καὶ περιβολῆς

    比较级副词 περιττότερον(过度地、越过)支配比较属格 φιλήματος καὶ περιβολῆς,意为“在接吻与拥抱之外(更进一步)”。它修饰不定式 διοχλεῖν,表明达夫尼斯避免越过纯真举止去进行真正的性行为以致烦扰克洛埃。

  2. 3.20.2ἐψεύσατο ἐξαρπάσαι

    动词 ψεύδομαι 接不定式 ἐξαρπάσαι 构成间接引语结构,意为“谎称自己夺回了(鹅)”,与前文寻找鹅的借口相呼应。

  3. 3.20.3ἐσθίοντος

    独立属格结构。逻辑主语代词 αὐτοῦ(指达夫尼斯)因依上下文显而易见而被省略,意为“当他吃的时候”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.20.1-3.20.3