← 朗格斯

达夫尼斯与克洛伊

§3.19.1-3.19.3

吕凯尼昂就克洛埃初次同房对达夫尼斯的告诫

传授完毕后,达夫尼斯急于去寻找克洛埃,吕凯尼昂拦住他,告诫他克洛埃尚为处女,初次结合时必会流血痛哭,并叮嘱他日后带克洛埃到此隐秘之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19.1

Τελεσθείσης δὲ τῆς ἐρωτικῆς παιδαγωγίας ὁ μὲν Δάφνις ἔτι ποιμενικὴν γνώμην ἔχων ὥρμητο τρέχειν ἐπὶ τὴν Χλόην καὶ ὅσα ἐπεπαίδευτο δρᾶν αὐτίκα, καθάπερ δεδοικὼς μὴ βραδύνας ἐπιλάθοιτο· ἡ δὲ Λυκαίνιον κατασχοῦσα αὐτὸν ἔλεξεν ὧδε “ἔτι καὶ ταῦτά σε δεῖ μαθεῖν, Δάφνι.

爱的教导完成之后,达夫尼斯仍抱着牧人的淳朴心思,急欲奔向克洛埃,立刻践行所学的一切,仿佛唯恐稍有迟延便会忘却。然而吕凯尼昂拉住他,对他这样说道:“达夫尼斯,你还得明白这些事。

§3.19.2

Ἐγὼ γυνὴ τυγχάνουσα πέπονθα νῦν οὐδέν· πάλαι γάρ με ταῦτα ἀνὴρ ἄλλος ἐπαίδευσε, μισθὸν τὴν παρθενίαν λαβών·1 Χλόη δὲ συμπαλαίουσά σοι ταύτην τὴν πάλην2 καὶ οἰμώξεται καὶ κλαύσεται καὶ αἵματι ῥεύσεται πολλῷ καθάπερ πεφονευμένη.

我如今已是妇人,方才并未承受任何痛苦;因为很久以前便有另一个男子教导了我这些,并取走我的童贞作为酬报。但克洛埃若是同你进行这场肉搏,定会哀号痛哭,并且血流如注,宛如惨遭杀戮一般。

§3.19.3

Ἀλλὰ σὺ τὸ αἷμα μὴ φοβηθῇς, ἀλλ’ ἡνίκα ἂν πείσῃς αὐτήν σοι παρασχεῖν,3 ἄγαγε αὐτὴν εἰς τοῦτο τὸ χωρίον, ἵνα, κἂν βοήσῃ, μηδεὶς ἀκούσῃ, κἂν δακρύσῃ, μηδεὶς ἴδῃ, κἂν αἱμαχθῇ, λούσηται τῇ πηγῇ· καὶ μέμνησο ὅτι σε ἄνδρα ἐγὼ πρὸ Χλόης πεποίηκα.”

不过你切莫畏惧流血;只要你何时说服她向你委身,便把她带到此地来,好让即使她呼喊也无人听闻,即使她流泪也无人目睹,即使她染了血,也能在这泉水中洗涤。并且切记,是在克洛埃之前,由我使你成为了真正的男人。”

语法注3 条
  1. 3.19.2μισθὸν τὴν παρθενίαν λαβών

    μισθόν 作直接宾语 τὴν παρθενίαν 的同位性宾语(述语宾格),表示“取走我的童贞作为(指教的)酬报”。

  2. 3.19.2συμπαλαίουσά σοι ταύτην τὴν πάλην

    ταύτην τὴν πάλην 为动词分词 συμπαλαίουσα 的同族宾格(内部宾格),将男女情事隐喻为角力格斗。

  3. 3.19.3σοι παρασχεῖν

    动词不定词 παρασχεῖν 此处省略了反身代词 ἑαυτήν 作不及物用法,是表示在性关系中“委身/献身”给某人的习用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.19.1-3.19.3