- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.18.1-3.18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯欣喜地许诺重酬并恳求吕凯尼昂施教;吕凯尼昂循循善诱引导其姿势,随后大自然本身指引达夫尼斯完成了云雨之欢。
Οὐκ ἐκαρτέρησεν ὁ Δάφνις ὑφ’ ἡδονῆς, ἀλλ’ ἅτε ἄγροικος καὶ αἰπόλος καὶ ἐρῶν καὶ νέος, πρὸ τῶν ποδῶν καταπεσὼν τὴν Λυκαίνιον ἱκέτευεν ὅτι τάχιστα διδάξαι τὴν τέχνην, δι’ ἧς ὃ βούλεται δράσει Χλόην·1
达夫尼斯欣喜若狂,不能自持,因他本是个乡野村夫、牧羊人,又陷于爱河且年纪尚轻,便拜倒在吕凯尼昂脚下,恳求她尽快传授给他能对克洛埃做他所愿之事的技艺。
καὶ ὥσπερ τι μέγα καὶ θεόπεμπτον ἀληθῶς μέλλων διδάσκεσθαι καὶ ἔριφον αὐτῇ σηκίτην δώσειν ἐπηγγείλατο καὶ τυροὺς ἁπαλοὺς πρωτορρύτου γάλακτος καὶ τὴν αἶγα αὐτήν.
他仿佛真要领受某种伟大且神授的奥秘一般,向她许诺献上一只栏养的肥嫩羊羔、头道初乳制成的软酪,乃至那只母羊本身。
Εὑροῦσα δὴ ἡ Λυκαίνιον αἰπολικὴν ἀφθονίαν, οἵαν οὐ προσεδόκησεν, ἤρχετο παιδεύειν τὸν Δάφνιν τοῦτον τὸν τρόπον. Ἐκέλευσεν αὐτὸν καθίσαι πλησίον αὐτῆς, ὡς εἶχε,2 καὶ φιλήματα φιλεῖν οἷα εἰώθει καὶ ὅσα, καὶ φιλοῦντα ἅμα περιβάλλειν καὶ κατακλίνεσθαι χαμαί.
吕凯尼昂见获得了这般出乎意料的丰厚牧人酬谢,便开始照以下方式教导达夫尼斯。她吩咐他照原样坐到她身边,按往常的方式和次数亲吻她,并且一边接吻一边拥抱、卧倒在地上。
Ὡς δὲ ἐκαθέσθη καὶ ἐφίλησε καὶ κατεκλίνη, μαθοῦσα ἐνεργεῖν δυνάμενον καὶ σφριγῶντα, ἀπὸ μὲν τῆς ἐπὶ πλευρὰν κατακλίσεως ἀνίστησιν, αὑτὴν δὲ ὑποστορέσασα ἐντέχνως ἐς τὴν τέως ζητουμένην ὁδὸν ἦγε. Τὸ δὲ ἐντεῦθεν3 οὐδὲν περιειργάζετο ξένον· αὐτὴ γὰρ ἡ φύσις λοιπὸν ἐπαίδευσε τὸ πρακτέον.
当他依言坐下、接吻并卧倒时,她发觉他精力充沛、能够行动,便将他从侧卧的姿势扶起,巧妙地委身垫在他身下,引他步入那长久以来所探求的正道。自此之后,她没有再多做什么奇特多余的事;因为大自然本身教导了他接下去该当如何作为。
- 3.18.1ὃ βούλεται δράσει Χλόην
动词 δράσει 支配双宾格结构(δράω τινά τι,“对某人做某事”):关系代词从句 ὃ βούλεται 作指代事情的宾格,Χλόην 则作指人的宾格。
- 3.18.3ὡς εἶχε
惯用副词短语,意为“照当下的样子”“原样”,指无需做额外的准备或更衣,就以当时的状态坐下。
- 3.18.4Τὸ δὲ ἐντεῦθεν
中性单数宾格作副词性用法,意为“从那之后”“自此”。
