← 朗格斯

达夫尼斯与克洛伊

§3.17.1-3.17.3

吕凯尼翁提出传授情爱秘事

达夫尼斯毫无怀疑地随吕凯尼翁深入树林,吕凯尼翁假称受仙女之命,提议向他传授男女之事的奥秘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17.1

Οὐδὲν τῶν μελλόντων ὑποπτεύσας ὁ Δάφνις εὐθὺς ἀνίσταται καὶ ἀράμενος τὴν καλαύροπα κατόπιν ἠκολούθει τῇ Λυκαινίῳ· ἡ δὲ ἡγεῖτο ὡς μακροτάτω τῆς Χλόης. Καὶ ἐπειδὴ κατὰ τὸ πυκνότατον ἐγένοντο, πηγῆς πλησίον καθίσαι κελεύσασα αὐτὸν “ἐρᾷς” εἶπε “Δάφνι, Χλόης· τοῦτο ἔμαθον ἐγὼ νύκτωρ παρὰ τῶν Νυμφῶν.

达夫尼斯对将要发生的事毫无疑虑,立刻站起身,拿起牧杖跟在吕凯尼翁身后;而她则把他引到离克罗埃尽可能远的地方。当他们来到林木最茂密之处,她让他坐在一处泉水旁,说道:“达夫尼斯,你爱着克罗埃;这是我夜里从宁芙仙女们那里得知的。

§3.17.2

δι’ ὀνείρατος ἐμοὶ τὰ χθιζά σου διηγήσαντο δάκρυα καὶ ἐκέλευσάν σε σῶσαι διδαξαμένην1 τὰ ἔρωτος ἔργα. Τὰ δ’ ἐστὶν οὐ φιλήματα καὶ περιβολαὶ καὶ οἷα δρῶσι κριοὶ καὶ τράγοι· ἄλλα ταῦτα πηδήματα2 καὶ τῶν ἐκεῖ γλυκύτερα· πρόσεστι γὰρ αὐτοῖς χρόνος μακροτέρας ἡδονῆς.

仙女们通过梦境向我讲述了你昨天的眼泪,并吩咐我教给你爱情的举动来拯救你。那些举动并不是亲吻、拥抱,也不是公羊和山羊们所做的那种事;这些是不同的跃动,比那里的更为甜美;因为这伴随着更长久的愉悦时光。

§3.17.3

Εἰ δή σοι φίλον ἀπηλλάχθαι κακῶν καὶ ἐν πείρᾳ γενέσθαι τῶν ζητουμένων τερπνῶν, ἴθι, παραδίδου μοι τερπνὸν σαυτὸν μαθητήν· ἐγὼ δὲ χαριζομένη ταῖς Νύμφαις ἐκεῖνα διδάξω.”

因此,若是你愿意摆脱痛苦,亲身体验所寻觅的快事,来吧,把自己当作一个讨人喜爱的门徒交托给我吧;我为了取悦仙女们,会把那些事情教给你的。”

语法注2 条
  1. 3.17.2διδαξαμένην

    阴性单数宾格分词,并不与紧接其前的 σε(阳性单数宾格,指达夫尼斯)一致,而是在语法上与不定式 σῶσαι 的逻辑主语(省略的吕凯尼翁自身)一致。动词 ἐκέλευσαν 所支配的受令者宾格被省略,σε 则是 σῶσαι 的直接宾语(“拯救你”)。此处中动相(διδάσκομαι)含有“亲自传授”之意。

  2. 3.17.2ἄλλα ταῦτα πηδήματα

    可补充系动词 ἐστί 理解为 ταῦτά [ἐστιν] ἄλλα πηδήματα,其中 ταῦτα 为主语,ἄλλα πηδήματα 为表语名词。紧接前文公羊和山羊的交配动作,此处用 πηδήματα(跃动、跳跃)这一兽类骑跨交尾的用语,与动物的行为作对比来借指人间的性爱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.17.1-3.17.3