- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.14.1-3.14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯以动物交配为例请求克罗埃全身赤裸同卧以遂情爱,克罗埃则指出动物皆站立交配。达夫尼斯无论同卧还是模仿站姿均不得要领,终因自身愚钝而沮丧痛哭。
ᾜτει δὴ τὴν Χλόην χαρίσασθαί οἱ πᾶν ὅσον βούλεται καὶ γυμνὴν γυμνῷ συγκατακλινῆναι μακρότερον ἢ πρόσθεν εἰώθεσαν· τοῦτο γὰρ λείπειν τοῖς Φιλητᾶ παιδεύμασιν,1 ἵνα δὴ γένηται τὸ μόνον ἔρωτα παῦον φάρμακον.
于是他请求克罗埃答应他所想要的一切,并且同他全身赤裸地躺在一起,比以往躺得更久一些;因为他说菲勒塔斯的教诲中缺少了这一项,如此才能成为平息爱情的唯一良药。
Τῆς δὲ πυνθανομένης τί πλέον ἐστὶ φιλήματος καὶ περιβολῆς καὶ αὐτῆς κατακλίσεως καὶ τί ἔγνωκε δρᾶσαι γυμνὸς γυμνῇ συγκατακλινείς, “τοῦτο” εἶπεν “ὃ οἱ κριοὶ ποιοῦσι τὰς οἶς2 καὶ οἱ τράγοι τὰς αἶγας.
当她询问在亲吻、拥抱以及躺卧本身之外还有什么更多的事,以及全身赤裸与赤裸的她躺在一起究竟打算做什么时,他说道:“就是公羊对母羊、公山羊对母山羊所做的事。
Ὁρᾷς ὡς μετὰ τοῦτο τὸ ἔργον οὔτε ἐκεῖναι φεύγουσιν ἔτι αὐτοὺς οὔτε ἐκεῖνοι κάμνουσι διώκοντες, ἀλλ’ ὥσπερ κοινῆς λοιπὸν ἀπολαύσαντες ἡδονῆς συννέμονται; Γλυκύ τι, ὡς ἔοικεν, ἐστὶ τὸ ἔργον καὶ νικᾷ τὸ ἔρωτος πικρόν.” “Εἶτα οὐχ ὁρᾷς, ὦ Δάφνι, τὰς αἶγας καὶ τοὺς τράγους καὶ τοὺς κριοὺς καὶ τὰς οἶς ὡς ὀρθοὶ μὲν ἐκεῖνοι δρῶσιν, ὀρθαὶ δὲ ἐκεῖναι πάσχουσιν, οἱ μὲν ἐπιπηδήσαντες, αἱ δὲ κατανωτισάμεναι; Σὺ δέ με ἀξιοῖς συγκατακλινῆναι καὶ ταῦτα γυμνήν; Καίτοιγε ἐκεῖναι πόσον ἐκδεδυμένης ἐμοῦ λασιώτεραι;” Πείθεται Δάφνις3 καὶ συγκατακλινεὶς αὐτῇ πολὺν χρόνον ἔκειτο καὶ οὐδὲν ὧν ἕνεκα ὤργα ποιεῖν ἐπιστάμενος ἀνίστησιν αὐτὴν καὶ κατόπιν περιεφύετο μιμούμενος τοὺς τράγους. Πολὺ δὲ μᾶλλον ἀπορηθείς, καθίσας ἔκλαεν εἰ καὶ κριῶν ἀμαθέστερος4 εἰς τὰ ἔρωτος ἔργα.
你看,在这桩事之后,母羊不再逃避它们,公羊也不再因追逐而疲惫,反而仿佛享受了共同的欢愉一般,此后一起吃草。看来那桩事是一件甜美之事,能战胜爱情的苦涩。”“那么达夫尼斯,你没看见那些母山羊和公山羊,公羊和母羊,雄性站着行事,雌性站着承受,前者跃上去,后者背负着它们吗?你却要求我与你一同躺下,而且还是赤裸着?况且那些雌的与脱光了衣服的我相比,要毛茸茸得多呀!”达夫尼斯被说服了,与她一同躺下,久久地躺在那里;但他完全不知如何做出自己热望的事,便将她扶起,模仿着公山羊从背后贴紧她。但他更加不知所措,便坐下来哭泣,哀叹自己在情爱之事上竟然比公羊还要愚钝。
- 3.14.1τοῦτο γὰρ λείπειν τοῖς Φιλητᾶ παιδεύμασιν
由主句动词 ᾜτει(请求)所引出的间接引语(宾格不定式结构)。尽管带有表示原因的连词 γάρ,仍使用不定式 λείπειν,表明这是达夫尼斯本人的陈述与理由(“唯独缺少了这项”),而非叙述者的客观说明。
- 3.14.2ὃ οἱ κριοὶ ποιοῦσι τὰς οἶς
动词 ποιοῦσι 支配双宾格结构(ποιεῖν τινα τί,意为“对某人做某事”)。关系代词 ὃ 为事物宾格(内向直接宾语),τὰς οἶς 为承受动作的对象(外向宾格)。
- 3.14.5Πείθεται Δάφνις
动词 πείθεται(中动/被动态现在时)以主格 Δάφνις 为主语。若按字面直译为中动态“达夫尼斯听从了/被说服”,则与后文达夫尼斯仍依原意与克罗埃同卧(συγκατακλινεὶς... ἔκειτο)的举动相冲突(此前提出异议的是克罗埃)。保留抄本原文的学者认为达夫尼斯是在局部问题(如脱光衣服)上听从了她,也有学者据文意校改原文(如 Πείθει δὲ Δάφνις,“达夫尼斯说服了〔她〕”)。
- 3.14.5εἰ καὶ κριῶν ἀμαθέστερος
接在表示情感或悲叹的动词 ἔκλαεν(哭泣)之后的连词 εἰ。其功能相当于 ὅτι,用来引出令人悲叹的内容或原因(“自叹比公羊还要愚钝”)。
