← 朗格斯

达夫尼斯与克洛伊

§3.15.1-3.15.5

吕凯尼昂的爱慕与窥探计策

达夫尼斯的邻人克罗米斯的少妇吕凯尼昂钟情于达夫尼斯,躲在灌木丛中暗中窥见了达夫尼斯与克罗埃的窘境,遂设下一石二鸟之计。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15.1

Ἦν δέ τις αὐτῷ γείτων, γεωργὸς γῆς ἰδίας, Χρῶμις τοὔνομα, παρηβῶν ἤδη τὸ σῶμα.1 Τούτῳ γύναιον ἦν ἐπακτὸν ἐξ ἄστεος, νέον καὶ ὡραῖον καὶ ἀγροικίας ἁβρότερον· τούτῳ Λυκαίνιον ὄνομα ἦν. Αὕτη ἡ Λυκαίνιον ὁρῶσα τὸν Δάφνιν καθ’ ἑκάστην ἡμέραν παρελαύνοντα τὰς αἶγας ἕωθεν εἰς νομήν, νύκτωρ ἐκ νομῆς, ἐπεθύμησεν ἐραστὴν κτήσασθαι δώροις δελεάσασα.

他有一位邻人,是耕种自己田地的农夫,名叫克罗米斯,身体已过了壮年。这人有一位从城里娶来的少妇,年轻貌美,比乡野生活所配的更为娇媚;她的名字叫吕凯尼昂。这位吕凯尼昂每天见达夫尼斯清晨赶着山羊去牧场,夜里又从牧场赶回,便渴望用礼物引诱他,收为情郎。

§3.15.3

Καὶ δή ποτε λοχήσασα μόνον καὶ σύριγγα δῶρον ἔδωκε καὶ μέλι ἐν κηρίῳ καὶ πήραν ἐλάφου· εἰπεῖν δέ τι ὤκνει, τὸν Χλόης ἔρωτα καταμαντευομένη·2 πάνυ γὰρ ἑώρα προσκείμενον αὐτὸν τῇ κόρῃ. Πρότερον μὲν οὖν ἐκ νευμάτων καὶ γέλωτος συνεβάλετο τοῦτο, τότε δὲ ἐξ ἑωθινοῦ σκηψαμένη πρὸς Χρῶμιν ὡς παρὰ τίκτουσαν ἄπεισι γείτονα κατόπιν τε αὐτοῖς παρηκολούθησε καὶ εἴς τινα λόχμην ἐγκρύψασα ἑαυτήν, ὡς μὴ βλέποιτο, πάντα ἤκουσεν ὅσα εἶπον, πάντα εἶδεν ὅσα ἔπραξαν· οὐκ ἔλαθεν αὐτὴν οὐδὲ κλαύσας ὁ Δάφνις.3

于是有一次,她趁他独自一人时拦住他,送他一管排箫作礼物,还有蜂巢里的蜂蜜和鹿皮行囊;但她猜知他对克罗埃的情意,因而迟疑着不敢开口;因为她看出来,他完全倾心于那位少女。此前她不过是从眉目传情和笑意中推测出这一点,此时她却从一清早就向克罗米斯托辞说要去探望一位临盆的邻妇,暗暗尾随在他们身后,躲进了一处灌木丛以免被人看见,将他们所说的全听在耳中,将他们所做的全看在眼里;达夫尼斯落泪的情形也丝毫没有瞒过她。

§3.15.5

Συναλγήσασα δὴ τοῖς ἀθλίοις καὶ καιρὸν ἥκειν νομίσασα διττόν, τὸν μὲν εἰς τὴν ἐκείνων σωτηρίαν, τὸν δὲ εἰς τὴν ἑαυτῆς ἐπιθυμίαν, ἐπιτεχνᾶταί τι τοιόνδε.

于是,她既同情这对可怜人,又认为双重的良机已经到来——其一可作为他们的解救,其二可满足她自己的欲望——便施展了如下的计谋。

语法注3 条
  1. 3.15.1παρηβῶν ἤδη τὸ σῶμα

    τὸ σῶμα 是表限制的宾格(关系宾格),用以指明分词 παρηβῶν(过了盛年)在身体方面衰退的具体范围。

  2. 3.15.3τὸν Χλόης ἔρωτα καταμαντευομένη

    Χλόης 用作宾格性属格,依附于 ἔρωτα,意为“(达夫尼斯)对克罗埃的爱”,紧接着的分句也说明他全心倾倒于那位少女。

  3. 3.15.4οὐκ ἔλαθεν αὐτὴν οὐδὲ κλαύσας ὁ Δάφνις

    动词 λανθάνω 与补充性分词 κλαύσας 搭配构成的句型,直译为“落泪的达夫尼斯亦未避开她的耳目”,即达夫尼斯哭泣的情形同样被她清晰地看在眼里。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.15.1-3.15.5