← 朗格斯

达夫尼斯与克洛伊

§3.13.1-3.13.4

羊群的交配与两人情欲的萌发

随着春天到来,羊群开始激烈地交配;看到这一景象的达夫尼斯和克洛埃(尤其是冬日休整后精力旺盛的达夫尼斯)受到强烈的情欲刺激,开始渴求超越亲吻与拥抱的进一步举动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.1

Ἐβληχήσατό που καὶ ποίμνιον· ἐσκίρτησάν που καὶ ἄρνες καὶ ταῖς μητράσιν ὑποκλάσαντες τὴν θηλὴν ἔσπασαν· τὰς δὲ μήπω τετοκυίας οἱ κριοὶ καταδιώκοντες καὶ κάτω στήσαντες ἔβαινον ἄλλος ἄλλην.

羊群也到处咩咩叫着,羊羔四处欢跳,跪在母羊身下吮吸着乳头;公羊们则追逐着尚未产羔的母羊,将其按住,各自与不同的一只交配。

§3.13.2

Ἐγίνοντο καὶ τράγων διώγματα καὶ ἐς τὰς αἶγας ἐρωτικώτερα πηδήματα, καὶ ἐμάχοντο περὶ τῶν αἰγῶν· καὶ ἕκαστος εἶχεν ἰδίας καὶ ἐφύλαττε μή τις αὐτὰς μοιχεύσῃ λαθών.1

公山羊也四下追逐,更加热情地跃上母山羊的背,它们还为争夺母山羊而大打出手;每一只公山羊都占有自己的母山羊并加以看守,防备有谁乘虚偷情。

§3.13.3

Καὶ γέροντας ὁρῶντας ἐξώρμησεν ἂν εἰς Ἀφροδίτην τὰ τοιαῦτα θεάματα·2 οἱ δὲ καὶ νέοι καὶ σφριγῶντες καὶ πολὺν ἤδη χρόνον ἔρωτα ζητοῦντες ἐξεκάοντο πρὸς τὰ ἀκούσματα καὶ ἐτήκοντο πρὸς τὰ θεάματα καὶ ἐζήτουν καὶ αὐτοὶ περιττότερόν τι φιλήματος καὶ περιβολῆς, μάλιστα δὲ ὁ Δάφνις.

这样的景象,即使是老者看见,也会被挑起情爱之欲;何况他们既年轻又精力充沛,且渴望爱情已久,于是听着叫声便欲火中烧,看着景象便身心融化,他们自己也开始追求超越亲吻与拥抱之物,特别是达夫尼斯。

§3.13.4

Οἷα γοῦν ἐνηβήσας τῇ κατὰ τὸν χειμῶνα οἰκουρίᾳ καὶ εὐσχολίᾳ πρός τε τὰ φιλήματα ὤργα καὶ πρὸς τὰς περιβολὰς ἐσκιτάλιζε καὶ ἦν ἐς πᾶν ἔργον περιεργότερος καὶ θρασύτερος.

由于整个冬天深居简出、清闲自在,他已完全长成了充满活力的青年,对亲吻充满了渴望,对拥抱躁动难耐,在一切举动上都变得更为探究、更为大胆。

语法注2 条
  1. 3.13.2μή τις αὐτὰς μοιχεύσῃ λαθών

    由表示防备、警戒的动词 ἐφύλαττε 引出的预防从句(μή 搭配虚拟式 μοιχεύσῃ)。分词 λαθών(λανθάνω 的不定过去主动分词)作副词性修饰,意为“暗中”、“未被察觉地”,修饰限定动词 μοιχεύσῃ。

  2. 3.13.3Καὶ γέροντας ὁρῶντας ἐξώρμησεν ἂν εἰς Ἀφροδίτην τὰ τοιαῦτα θεάματα

    主语为中性复数名词 τὰ τοιαῦτα θεάματα,谓语是带有 ἄν 的不定过去直陈式 ἐξώρμησεν,构成与过去事实相反的虚拟陈述。分词 ὁρῶντας 与宾语 γέροντας 一致,起条件从句的作用(“即使老人们看到了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.13.1-3.13.4