← 朗格斯

达夫尼斯与克洛伊

§3.12.1-3.12.4

初春的出牧与对宁芙和潘神的初献

初春时节,达夫尼斯与克洛埃率先赶着牲畜出牧,他们将早春的鲜花和鲜奶献给宁芙与潘神,并吹奏排箫引动夜莺歌唱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.1

Ἤδη δὲ ἦρος ἀρχομένου καὶ τῆς μὲν χιόνος λυομένης, τῆς δὲ γῆς γυμνουμένης καὶ τῆς πόας ὑπανθούσης οἵ τε ἄλλοι νομεῖς ἦγον τὰς ἀγέλας εἰς νομὴν καὶ πρὸ τῶν ἄλλων Χλόη καὶ Δάφνις, οἷα μείζονι δουλεύοντες ποιμένι.1

春天已经开始,积雪消融,大地裸露,草木开始吐芳,其他牧人纷纷把畜群赶往草场,而克洛埃和达夫尼斯更是一马当先,宛如正效力于一位更伟大的牧者。

§3.12.2

Εὐθὺς οὖν δρόμος ἦν ἐπὶ τὰς Νύμφας καὶ τὸ ἄντρον, ἐντεῦθεν ἐπὶ τὸν Πᾶνα καὶ τὴν πίτυν, εἶτα ἐπὶ τὴν δρῦν, ὑφ’ ἣν καθίζοντες καὶ τὰς ἀγέλας ἔνεμον καὶ ἀλλήλους κατεφίλουν. Ἀνεζήτησαν δὲ καὶ ἄνθη στεφανῶσαι θέλοντες τοὺς θεούς· τὰ δὲ ἄρτι ὁ ζέφυρος τρέφων καὶ ὁ ἥλιος θερμαίνων ἐξῆγεν· ὅμως δὲ εὑρέθη καὶ ἴα καὶ νάρκισσος καὶ ἀναγαλλὶς καὶ ὅσα ἦρος πρωτοφορήματα.

于是,他们立刻跑向宁芙们和那座洞窟,再从那里跑向潘神和松树,接着来到橡树下;他们曾经常坐在这棵树下放牧牲畜,相互接吻。他们还四处寻觅鲜花,想要为诸神戴上花冠;虽然在西风的哺育和阳光的温暖下,花朵才刚刚抽出嫩芽,但依然寻得了紫罗兰、水仙、琉璃繁缕以及所有春天的早发之花。

§3.12.3

Ἡ μὲν οὖν Χλόη καὶ ὁ Δάφνις ἀπὸ αἰγῶν καὶ ἀπὸ οἰῶν τινων γάλα νέον καὶ τοῦτο2 στεφανοῦντες τὰ ἀγάλματα κατέσπεισαν.

于是,克洛埃和达夫尼斯在为雕像加冠的同时,取来某些山羊和绵羊的奶,倒出这些新鲜的初挤之乳作为奠祭。

§3.12.4

Ἀπήρξαντο καὶ σύριγγος,3 καθάπερ τὰς ἀηδόνας ἐς τὴν μουσικὴν ἐρεθίζοντες· αἱ δ’ ὑπεφθέγγοντο ἐν ταῖς λόχμαις καὶ τὸν Ἴτυν κατ’ ὀλίγον ἠκρίβουν,4 ὥσπερ ἀναμιμνησκόμεναι τῆς ᾠδῆς ἐκ μακρᾶς σιωπῆς.

他们还吹响了排箫作为初献,仿佛在激励夜莺加入乐声;夜莺在树丛中低声应和,宛如在长久的沉寂后重新忆起那支歌,渐渐把哀悼伊堤斯之曲鸣唱得婉转动听。

语法注4 条
  1. 3.12.1οἷα μείζονι δουλεύοντες ποιμένι

    副词 οἷα 与分词 δουλεύοντες 连用,表示原因或情态(“如同服侍着 / 因为服侍着”)。此处“更伟大的牧者”喻指爱神厄罗斯。

  2. 3.12.3γάλα νέον καὶ τοῦτο

    短语 καὶ τοῦτο 是习惯性的追加强调表达(“……而且是新鲜的”),用于修饰并加强 γάλα νέον,强调奠祭所用的乳汁是刚刚挤出的新鲜之物。

  3. 3.12.4Ἀπήρξαντο καὶ σύριγγος

    动词 ἀπάρχομαι(“奉献初熟之物 / 开始献祭”)支配属格 σύριγγος,表示所献的事物。除了鲜花与乳汁之外,他们将排箫的演奏声也作为初献献给神明。

  4. 3.12.4τὸν Ἴτυν κατ’ ὀλίγον ἠκρίβουν

    宾格 τὸν Ἴτυν 指神话中夜莺为伊堤斯所唱的哀歌本身,在此作为所唱之歌的内宾格/准同源宾格。未完成过去时 ἠκρίβουν 与副词短语 κατ’ ὀλίγον(“逐渐地”)结合,生动描写出鸟儿慢慢找回音调、将旋律鸣唱得越发精确的过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.12.1-3.12.4