← 朗格斯

达夫尼斯与克洛伊

§2.4.1-2.4.4

菲勒塔斯讲述在庭园追逐男童的经过

菲勒塔斯讲述了自己正午在园中撞见一名俊美男童(厄洛斯)采摘果实,追捕未果反被其轻灵的身姿与甜美笑容所魅惑,遂以果实许诺换取一吻的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

“εἰσελθόντι δέ μοι1 τήμερον ἀμφὶ μέσην ἡμέραν ὑπὸ ταῖς ῥοιαῖς καὶ ταῖς μυρρίναις βλέπεται παῖς, μύρτα καὶ ῥοιὰς ἔχων, λευκὸς ὡς γάλα, ξανθὸς ὡς πῦρ, στιλπνὸς ὡς ἄρτι λελουμένος· γυμνὸς ἦν, μόνος ἦν· ἔπαιζεν ὡς ἴδιον κῆπον τρυγῶν. Ἐγὼ μὲν οὖν ὥρμησα ἐπ’ αὐτὸν ὡς συλληψόμενος,2 δείσας μὴ ὑπ’ ἀγερωχίας τὰς μυρρίνας καὶ τὰς ῥοιὰς κατακλάσῃ·3 ὁ δέ με κούφως καὶ ῥᾳδίως ὑπέφευγε, ποτὲ μὲν ταῖς ῥοδωνιαῖς ὑποτρέχων, ποτὲ δὲ ταῖς μήκωσιν ὑποκρυπτόμενος, ὥσπερ πέρδικος νεοττός. Καίτοι πολλάκις μὲν πράγματα ἔσχον ἐρίφους γαλαθηνοὺς διώκων, πολλάκις δὲ ἔκαμον μεταθέων μόσχους ἀρτιγεννήτους· ἀλλὰ τοῦτο ποικίλον τι χρῆμα ἦν καὶ ἀθήρατον. Καμὼν οὖν ὡς γέρων καὶ ἐπερεισάμενος τῇ βακτηρίᾳ καὶ ἅμα φυλάττων μὴ φύγοι, ἐπυνθανόμην τίνος ἐστὶ τῶν γειτόνων, καὶ τί βουλόμενος ἀλλότριον κῆπον τρυγᾷ.

“今日正午时分,我走进园子,便见石榴树和香桃木丛下有一名男童,手拿香桃木果与石榴;他肤白如乳,发如烈火般金黄,周身光彩照人,宛如刚沐浴而出;他赤身裸体,孑然一人; 嬉戏玩耍,仿佛在自家园中采收果实。于是我向他扑去想抓捕他,唯恐他放肆乱窜折断了香桃木和石榴树的枝桠;但他身形轻捷,从我身边轻易脱身,时而钻入蔷薇丛底,时而藏匿于罂粟之间,恰如一只小鹧鸪雏鸟。虽说我往昔常因追赶吃奶的羊羔而大费周章,也常因追逐新生牛犊而精疲力竭;然而这孩子却是个变化莫测、难以捕获的灵物。于是我毕竟是老人,疲惫不堪,拄着拐杖倚靠着,一面防备他逃跑,一面盘问他是邻家谁的孩子,又意欲何为来采割别人园中的果实。

§2.4.4

Ὁ δὲ ἀπεκρίνατο μὲν οὐδέν, στὰς δὲ πλησίον ἐγέλα πάνυ ἁπαλὸν καὶ ἔβαλλέ με τοῖς μύρτοις καὶ οὐκ οἶδ’ ὅπως ἔθελγε μηκέτι θυμοῦσθαι. Ἐδεόμην οὖν εἰς χεῖρας ἐλθεῖν μηδὲν φοβούμενον ἔτι, καὶ ὤμνυον κατὰ τῶν μύρτων ἀφήσειν, ἐπιδοὺς μήλων καὶ ῥοιῶν, παρέξειν τε ἀεὶ τρυγᾶν τὰ φυτὰ καὶ δρέπειν τὰ ἄνθη, τυχὼν παρ’ αὐτοῦ φιλήματος ἑνός.”4

他却一言不发,站在近旁甜美地微笑,还用香桃木果掷我,不知何故竟施下魔力让我不再动怒。于是我恳求他莫再害怕,快到我怀中来,并指着香桃木起誓:只要能从他那里得到一个吻,我便放他离去,还会额外赠他苹果与石榴,并许他日后随时采摘果实、采折鲜花。”

语法注4 条
  1. 2.4.1εἰσελθόντι δέ μοι

    关系与格(或视作被动动词 βλέπεται 的利害与格):字面意为“对于走进去的我而言,一个男童被看见”。语法上表示时间或情境背景,即“当我走进去时,看到一个男童”。

  2. 2.4.2ὡς συλληψόμενος

    ὡς 连用将来时分词 συλληψόμενος,表示主语相对于主动词 ὥρμησα 的主观意图或目的(“想要抓住他”、“意图捕获他”)。

  3. 2.4.2δείσας μὴ ὑπ’ ἀγερωχίας τὰς μυρρίνας καὶ τὰς ῥοιὰς κατακλάσῃ

    表担心的动词(δείσας)后接 μή 与虚拟式(κατακλάσῃ)构成的惧怕从句(“唯恐/担心他折断……”)。介词短语 ὑπ’ ἀγερωχίας 表示原因(“出于放肆/顽皮”)。

  4. 2.4.4τυχὼν παρ’ αὐτοῦ φιλήματος ἑνός

    不定过去时分词 τυχών 在语义上对于起誓的内容(不定式 ἀφήσειν 和 παρέξειν)构成条件关系(“若能从他那里得到一个吻/一得其吻之后”)。主格单数,修饰发誓者菲勒塔斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.4.1-2.4.4