- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.5.1-2.5.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神秘男童向菲勒塔斯揭示自己乃是先于宇宙的爱神,昔日曾成全菲勒塔斯的姻缘,如今正守护着达夫尼斯与刻罗厄。
“Ἐνταῦθα πάνυ καπυρὸν γελάσας ἀφίησι φωνήν, οἵαν οὔτε χελιδὼν οὔτε ἀηδὼν οὔτε κύκνος, ὁμοίως ἐμοὶ γέρων γενόμενος.1 “Ἐμοὶ μέν, ὦ Φιλητᾶ, φιλῆσαί σε φθόνος οὐδείς· βούλομαι γὰρ φιλεῖσθαι μᾶλλον ἢ σὺ γενέσθαι νέος· ὅρα δὲ εἴ σοι καθ’ ἡλικίαν τὸ δῶρον· οὐδὲν γάρ σε ὠφελήσει τὸ γῆρας πρὸς τὸ μὴ διώκειν ἐμὲ2 μετὰ τὸ ἓν φίλημα. Δυσθήρατος ἐγὼ καὶ ἱέρακι καὶ ἀετῷ καὶ εἴ τις ἄλλος τούτων ὠκύτερος ὄρνις. Οὔ τοι παῖς ἐγὼ καὶ εἰ δοκῶ παῖς, ἀλλὰ καὶ τοῦ Κρόνου πρεσβύτερος καὶ αὐτοῦ τοῦ παντός.
“这时,他放声清脆地大笑起来,发出一种燕子、夜莺、乃至如我一般老去的天鹅都无法发出的声音:‘菲勒塔斯啊,予你一吻我绝不吝啬;因为我渴望被爱,远胜于你渴望返老还童。但你且思量,这件礼物是否适合你的年纪;因为在那一吻之后,你的年迈丝毫不能帮助你免于追逐我。即便对鹰隼、雄鹰,或任何比它们更迅疾的鸟儿来说,我都是极难捕捉的。我绝非孩童,即便我看似孩童,我甚至比克罗诺斯乃至整个宇宙本身都更为古老。
Καί σε οἶδα νέμοντα πρωθήβην ἐν ἐκείνῳ τῷ ὄρει τὸ πλατὺ βουκόλιον καὶ παρήμην σοι συρίττοντι πρὸς ταῖς φηγοῖς ἐκείναις, ἡνίκα ἤρας Ἀμαρυλλίδος· ἀλλά με οὐχ ἑώρας καίτοι πλησίον μάλα τῇ κόρῃ παρεστῶτα. Σοὶ μὲν οὖν ἐκείνην ἔδωκα· καὶ ἤδη σοι παῖδες, ἀγαθοὶ βουκόλοι καὶ γεωργοί·
我还记得你青春韶华之时,在那座山上放牧大群牛群;当你恋慕阿玛律利斯、在那几株山毛榉旁吹起短笛时,我也常伴你身侧;然而你那时却看不见我,尽管我就紧挨着那少女站在一旁。是我把她赐予了你;如今你已有孩子,都是优秀的牧牛人与农夫。
νῦν δὲ Δάφνιν ποιμαίνω καὶ Χλόην· καὶ ἡνίκα ἂν αὐτοὺς εἰς ἓν συναγάγω τὸ ἑωθινόν, εἰς τὸν σὸν ἔρχομαι κῆπον καὶ τέρπομαι τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς κἀν ταῖς πηγαῖς ταύταις λούομαι. Διὰ τοῦτο καλὰ καὶ τὰ ἄνθη καὶ τὰ φυτά, τοῖς ἐμοῖς λουτροῖς ἀρδόμενα.
而眼下,我正在牧养达夫尼斯与刻罗厄;每逢清晨将他们引聚到一处,我便来到你的园中,流连于花卉草木之间,在这些泉水中沐浴。正因如此,花卉草木才这般娇美,受着我浴水的浇灌滋润。
Ὅρα δὲ μή τί σοι τῶν φυτῶν κατακέκλασται,3 μή τις ὀπώρα τετρύγηται, μή τις ἄνθους ῥίζα πεπάτηται, μή τις πηγὴ τετάρακται, καὶ χαῖρε μόνος ἀνθρώπων ἐν γήρᾳ θεασάμενος τοῦτο τὸ παιδίον.ʼ””
你且看看,你的草木可曾有一枝折断?果实可曾有一颗被采摘?花根可曾有一条被踩踏?泉水可曾有一泓被搅浑?你当感到欢喜,因为你是凡人之中,唯一得以在风烛之年亲睹这名孩童之人。’”
- 2.5.1κύκνος, ὁμοίως ἐμοὶ γέρων γενόμενος
分词 γενόμενος 修饰紧邻的名词 κύκνος。这里化用了天鹅临终前歌声最为凄美的传统典故,意为“如我一般老去的天鹅”。
- 2.5.2πρὸς τὸ μὴ διώκειν ἐμὲ
介词 πρὸς 带定冠词中性单数宾格 τὸ 与否定词 μὴ 构成的不定式结构(πρὸς τὸ μὴ + 不定式),依附于主句 οὐδέν σε ὠφελήσει τὸ γῆρας(衰老丝毫不能帮到你),表达防范或结果:“使你免于追逐我”。
- 2.5.5Ὅρα δὲ μή τί σοι τῶν φυτῶν κατακέκλασται
由命令式 ὅρα 引导的 μή 从句,此处接直说语气现在完成时(κατακέκλασται 等)而非虚拟语气。这并非表示对未来的担忧,而是用于探查现存事实:“去查看是否有哪株植物已被折断”。
