- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.3.1-2.3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在达夫尼斯和克洛埃嬉戏时,老菲勒塔斯来到他们跟前,介绍了自己的身世,并描绘了他那座四季繁盛、鸟儿聚集的果园。
Τερπομένοις δὲ αὐτοῖς ἐφίσταται πρεσβύτης σισύραν ἐνδεδυμένος, καρβατίνας ὑποδεδεμένος, πήραν ἐξηρτημένος, καὶ τὴν πήραν παλαιάν.1 Οὗτος πλησίον καθίσας αὐτῶν ὧδε εἶπε “Φιλητᾶς, ὦ παῖδες, ὁ πρεσβύτης ἐγώ, ὃς πολλὰ μὲν ταῖσδε ταῖς Νύμφαις ᾖσα, πολλὰ δὲ τῷ Πανὶ ἐκείνῳ ἐσύρισα, βοῶν δὲ πολλῆς ἀγέλης ἡγησάμην μόνῃ μουσικῇ. Ἥκω δὲ ὑμῖν ὅσα εἶδον μηνύσων, ὅσα ἤκουσα ἀπαγγελῶν.
正当他们欢娱之际,一位老人来到他们面前;他披着粗毛衣,脚着牛皮粗鞋,身上挂着皮囊,而那皮囊已甚破旧。他在两人身旁坐下,如此说道:“孩子们,我就是老菲勒塔斯;我曾多次向这些宁芙女神献唱,多次向那位潘神吹起排箫,仅凭乐声便引领过庞大的牛群。我来到你们这里,是为了向你们通报我所见之事,向你们述说我所闻之语。
Κῆπός ἐστί μοι τῶν ἐμῶν χειρῶν, ὃν ἐξ οὗ νέμων διὰ γῆρας ἐπαυσάμην,2 ἐξεπονησάμην· ὅσα ὧραι φέρουσι, πάντα ἔχων ἐν αὑτῷ καθ’ ὥραν ἑκάστην.
我有一座亲手开辟的园子,是我因年迈不再放牧以来辛勤耕耘的;凡四季所产之物,园中依照每个季节皆应有尽有。
Ἦρος ῥόδα καὶ κρίνα καὶ ὑάκινθος καὶ ἴα ἀμφότερα,3 θέρους μήκωνες καὶ ἀχράδες καὶ μῆλα πάντα, νῦν ἄμπελοι καὶ συκαῖ καὶ ῥοιαὶ καὶ μύρτα χλωρά.
春季有玫瑰、百合、风信子和两种紫罗兰;夏季有罂粟、野梨和各类苹果;如今则有葡萄、无花果、石榴和青翠的香桃木。
Εἰς τοῦτον τὸν κῆπον ὀρνίθων ἀγέλαι συνέρχονται τὸ ἑωθινόν, τῶν μὲν ἐς τροφήν, τῶν δὲ ἐς ᾠδήν· συνηρεφὴς γὰρ καὶ κατάσκιος καὶ πηγαῖς τρισὶ κατάρρυτος· ἂν περιέλῃ τις τὴν αἱμασιάν, ἄλσος ὁρᾶν οἰήσεται.”
清晨时分,成群的鸟儿飞集园中,有的为了觅食,有的为了鸣唱;因为这里枝叶交荫,阴凉清幽,更有三股泉水潺潺流过。若有人拆去矮石墙,定会以为自己看到的是一片圣林。”
- 2.3.1καὶ τὴν πήραν παλαιάν
承接前文分词短语 πήραν ἐξηρτημένος(身上挂着皮囊)中的宾语 πήραν,并带有谓语性形容词 παλαιάν 的习惯句式。其功能相当于 καὶ ταύτην παλαιάν,以宾格形式作为一种省略性的追加描写(“且这皮囊已旧”),补充说明先行名词的属性。
- 2.3.3ἐξ οὗ νέμων διὰ γῆρας ἐπαυσάμην
ἐξ οὗ 为引导时间状语从句的连词性短语,意为“自……以来”。动词 παύομαι 习惯支配表示停止行动的补充性分词,因此 νέμων 作为其补足语,意为“停止放牧”。全句意为“自因年迈不再放牧以来”。
- 2.3.4Ἦρος ῥόδα καὶ κρίνα καὶ ὑάκινθος καὶ ἴα ἀμφότερα
Ἦρος(以及下文的 θέρους)为表示时间的属格(“在春季”、“在夏季”)。全句为动词(如 ἔστι 或前文的 φέρεται)省略的名词句结构,主格列举各种植物名称。文末的副词 νῦν(如今/秋季)与这些时间属格构成并列关系。
