← 朗格斯

达夫尼斯与克洛伊

§2.31.1-2.31.3

向宁芙与潘神献祭并设宴

达夫尼斯与汇合的克洛埃一行向宁芙献祭并设宴庆祝,次日又向潘神献祭公山羊,以乐声与盛宴敬拜二神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31.1

Ἤδη δὲ παρόντων τῶν ἀμφὶ τὴν Χλόην,1 πῦρ ἀνακαύσας καὶ τὰ μὲν ἑψήσας τῶν κρεῶν τὰ δὲ ὀπτήσας ἀπήρξατό τε ταῖς Νύμφαις καὶ κρατῆρα μεστὸν γλεύκους ἐπέσπεισε· καὶ ἐκ φυλλάδος στιβάδας ὑποστορέσας ἐντεῦθεν ἐν τροφῇ ἦν καὶ πότῳ καὶ παιδιᾷ· καὶ ἅμα τὰς ἀγέλας ἐπεσκόπει, μὴ λύκος ἐμπεσὼν ἔργα ποιήσῃ πολεμίων.2

当克洛埃一行人已经到齐时,达夫尼斯生起了火,将一部分肉煮熟,一部分烤好,向宁芙们献上了初熟之祭,并从注满新酿甜酒的调酒缸中奠酒;他又用树叶铺成草褥,便就此开怀饮食嬉戏;与此同时他还看守着畜群,以免狼群突袭,造成同敌人一样的祸患。

§2.31.2

ᾞσάν τινας καὶ ᾠδὰς εἰς τὰς Νύμφας, παλαιῶν ποιμένων ποιήματα. Νυκτὸς δὲ ἐπελθούσης αὐτοῦ κοιμηθέντες ἐν τῷ ἀγρῷ, τῆς ἐπιούσης3 τοῦ Πανὸς ἐμνημόνευσαν, καὶ τῶν τράγων τὸν ἀγελάρχην στεφανώσαντες πίτυος προσήγαγον τῇ πίτυι, καὶ ἀποσπείσαντες οἴνου καὶ εὐφημοῦντες τὸν θεὸν ἔθυσαν, ἐκρέμασαν, ἀπέδειραν·

他们还向宁芙们唱了几首古昔牧人作的歌。夜幕降临后,他们就地露宿在田野中;到了次日,他们记起潘神,便给公山羊的首领戴上松枝花冠,牵到松树前,奠了酒,赞美了神明,将其献祭,吊挂起来剥了皮。

§2.31.3

καὶ τὰ μὲν κρέα ὀπτήσαντες καὶ ἑψήσαντες πλησίον ἔθηκαν ἐν τῷ λειμῶνι, ἐν τοῖς φύλλοις· τὸ δὲ δέρμα κέρασιν αὐτοῖς4 ἐνέπηξαν τῇ πίτυι πρὸς τῷ ἀγάλματι, ποιμενικὸν ἀνάθημα ποιμενικῷ θεῷ. Ἀπήρξαντο καὶ τῶν κρεῶν, ἀπέσπεισαν καὶ κρατῆρος μείζονος· ᾖσεν ἡ Χλόη, ὁ Δάφνις ἐσύρισεν.

他们把肉或烤或煮,摆在近旁草地上的树叶上;至于兽皮,则连同羊角一起钉在神像旁的松树上,作为献给牧神的牧人供物。他们也献上了首份祭肉,并用更大的调酒缸奠了酒;克洛埃歌唱,达夫尼斯吹起了排箫。

语法注4 条
  1. 2.31.1τῶν ἀμφὶ τὴν Χλόην

    οἱ ἀμφί τινα 的惯用结构,指主要人物及其同伴。此处指克洛埃以及她受托接来的德律阿斯、拉蒙等家人一行。

  2. 2.31.1μὴ λύκος ἐμπεσὼν ἔργα ποιήσῃ πολεμίων

    由表示警惕、留意的动词 ἐπεσκόπει 引出的 μή + 虚拟式(ποιήσῃ)从句,表达担忧或防备(“唯恐狼群袭来,造成同敌人一样的破坏”)。

  3. 2.31.2τῆς ἐπιούσης

    省略了名词 ἡμέρας 的时间属格,意为“在次日”、“第二天”。

  4. 2.31.3κέρασιν αὐτοῖς

    代词 αὐτός 与名词与格结合构成的相伴与格惯用表达,意为“连同……一起”、“带着……”。此处指把连同羊角在内的整张皮钉在树上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.31.1-2.31.3