← 朗格斯

达夫尼斯与克洛伊

§2.32.1-2.32.3

菲勒塔斯的到来与老牧人们的自夸

牛倌菲勒塔斯与其幼子蒂提罗斯加入宴席,老牧人们把酒言欢,互相夸耀年轻时的勇武事迹与排箫技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.1

Ἐπὶ τούτοις κατακλινέντες ἤσθιον· καὶ αὐτοῖς ἐφίσταται Φιλητᾶς ὁ βουκόλος κατὰ τύχην στεφανίσκους τινὰς τῷ Πανὶ κομίζων καὶ βότρυς ἔτι ἐν φύλλοις καὶ κλήμασι· καὶ αὐτῷ τῶν παίδων ὁ νεώτατος εἵπετο Τίτυρος, πυρρὸν παιδίον καὶ γλαυκόν, λευκὸν παιδίον καὶ ἀγέρωχον· καὶ ἥλλετο κοῦφα, βαδίζων ὥσπερ ἔριφος.

在此之后,他们便斜躺下来进食。这时牛倌菲勒塔斯碰巧来到他们面前,给潘神带来了几顶小花冠,以及还带着枝叶的葡萄串。跟在他身后的是他最小的儿子蒂提罗斯,一个长着红发、蓝眼睛、肤色白皙而活泼伶俐的孩子,他轻快地跳跃着,走起路来像只小山羊。

§2.32.2

Ἀναπηδήσαντες οὖν συνεστεφάνουν τὸν Πᾶνα καὶ τὰ κλήματα τῆς κόμης τῆς πίτυος ἐξήρτων, καὶ κατακλίναντες πλησίον αὑτῶν συμπότην ἐποιοῦντο.

于是他们跳起身来,一同为潘神戴上花冠,将葡萄枝蔓悬挂在松树的枝叶间,并让〔菲勒塔斯〕紧挨着自己躺下,邀他共饮。

§2.32.3

Καὶ οἷα δὴ γέροντες ὑποβεβρεγμένοι1 πρὸς ἀλλήλους πολλὰ ἔλεγον· ὡς ἔνεμον ἡνίκα ἦσαν νέοι, ὡς πολλὰς λῃστῶν καταδρομὰς διέφυγον· ἐσεμνύνετό τις ὡς λύκον ἀποκτείνας, ἄλλος ὡς μόνου τοῦ Πανὸς δεύτερα συρίσας·2 τοῦτο τοῦ Φιλητᾶ τὸ σεμνολόγημα ἦν.

正如微醉的老人们常做的那样,他们彼此交谈了许多:谈到他们年轻时如何放牧,如何躲过了强盗的屡次袭击。有人夸耀自己曾击杀过恶狼,另一个人则自夸吹排箫的技艺仅次于潘神一人——这正是菲勒塔斯的得意之谈。

语法注2 条
  1. 2.32.3οἷα δὴ γέροντες ὑποβεβρεγμένοι

    οἷα δή 为副词性习语,功能类似于 ἅτε 或 ὡς,用以引出主语的特质、理由或状态(“正如……的常情”、“像……一样”)。复数名词 γέροντες(老人们)不仅指新到的菲勒塔斯,也包括前几节中到场的达夫尼斯与克洛埃的养父们(拉蒙、德律阿斯等人)。

  2. 2.32.3μόνου τοῦ Πανὸς δεύτερα συρίσας

    δεύτερα 为中性复数宾格作副词用法,意为“居于第二”、“仅次于”。其前面的属格 μόνου τοῦ Πανὸς 为比较属格,整体意为“吹箫技艺仅次于潘神一人”。分词短语与 ὡς 连用,依附于承前省去的谓语动词 ἐσεμνύνετο(自夸),为主格分词结构,表自夸的内容与理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.32.1-2.32.3