- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.30.1-2.30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯与平安归来的克洛埃欣喜重逢,二人互诉所经历的宁芙与潘神的神迹,随后达夫尼斯向宁芙献祭山羊以示感恩。
Δευτέρας που νομῆς καιρὸς ἦν, καὶ ὁ Δάφνις ἀπὸ σκοπῆς τινος μετεώρου θεασάμενος τὰς ἀγέλας καὶ τὴν Χλόην, μέγα βοήσας “ὦ Νύμφαι καὶ Πὰν” κατέδραμεν εἰς τὸ πεδίον καὶ περιπλακεὶς τῇ Χλόῃ λιποθυμήσας κατέπεσε.
大约是午后第二次放牧的时分,达夫尼斯从一处高耸的瞭望台上望见了牲畜群与克洛埃,便高声呼喊道:“啊,宁芙们,潘神啊!”随后飞奔下到平原上,扑过去抱住克洛埃,随即昏厥在地。
Μόλις δὲ ἔμβιος ὑπὸ τῆς Χλόης φιλούσης καὶ ταῖς περιβολαῖς θαλπούσης γενόμενος1 ἐπὶ τὴν συνήθη φηγὸν ἔρχεται· καὶ ὑπὸ τῷ στελέχει καθίσας ἐπυνθάνετο πῶς ἀπέδρα τοσούτους πολεμίους.
多亏克洛埃又是亲吻、又是以拥抱温暖他,他才勉强苏醒过来,走向他们常去的那棵山毛榉树;在树干下坐定后,他便询问她究竟是如何从那么多敌人手中逃脱的。
Ἡ δὲ αὐτῷ κατέλεξε πάντα, τὸν τῶν αἰγῶν κιττόν, τὸν τῶν προβάτων ὠρυγμόν, τὴν ἐπανθήσασαν τῇ κεφαλῇ πίτυν, τὸ ἐν τῇ γῇ πῦρ, τὸν ἐν τῇ θαλάττῃ κτύπον, τὰ συρίγματα ἀμφότερα, τὸ πολεμικὸν καὶ τὸ εἰρηνικόν, τὴν νύκτα τὴν φοβεράν, καὶ ὅπως αὐτῇ τὴν ὁδὸν ἀγνοούσῃ καθηγήσατο τῆς ὁδοῦ μουσική.2
她便向他细细述说了一切:山羊身上的常春藤,绵羊的狼嚎声,自己头上绽出的松枝,陆地上的烈火,海面上的轰鸣,战阵与和平两种排箫的音调,那可怖的黑夜,以及音乐如何在她不识路径时为她引路。
Γνωρίσας οὖν ὁ Δάφνις τὰ τῶν Νυμφῶν ὀνείρατα καὶ τὰ τοῦ Πανὸς ἔργα διηγεῖται καὶ αὐτὸς ὅσα εἶδεν, ὅσα ἤκουσεν· ὅτι μέλλων ἀποθνήσκειν διὰ τὰς Νύμφας ἔζησε.
于是达夫尼斯省悟到这是宁芙托梦与潘神的神迹,自己也同样讲述了所见所闻的一切,以及自己本已濒死、全靠宁芙们才得以保全性命的经过。
Καὶ τὴν μὲν ἀποπέμπει κομιοῦσαν τοὺς ἀμφὶ τὸν Δρύαντα καὶ Λάμωνα3 καὶ ὅσα πρέπει θυσίᾳ· αὐτὸς δὲ ἐν τούτῳ τῶν αἰγῶν τὴν ἀρίστην συλλαβὼν καὶ κιττῷ στεφανώσας, ὥσπερ ὤφθησαν τοῖς πολεμίοις, καὶ γάλα τῶν κεράτων κατασπείσας,4 ἔθυσέ τε ταῖς Νύμφαις καὶ κρεμάσας ἀπέδειρε καὶ τὸ δέρμα ἀνέθηκεν.
接着,他打发她前去接来德律阿斯与拉蒙一家,并取来献祭所需的一切物品;而他自己则在此期间抓起羊群中最健壮的一只山羊,像它们先前向敌人显现的那样用常春藤为它加冠,将奶汁浇奠在羊角上,向宁芙们献祭,并把它吊挂起来剥了皮,将毛皮作为祭品供奉起来。
- 2.30.2ἔμβιος ὑπὸ τῆς Χλόης φιλούσης καὶ ταῖς περιβολαῖς θαλπούσης γενόμενος
这是一种夹置超序(hyperbaton)结构,表动作者与原因的介词短语 ὑπὸ τῆς Χλόης(由分词 φιλούσης 和 θαλπούσης 修饰)被夹在表语形容词 ἔμβιος(苏醒的)与分词 γενόμενος(变得)之间。其中手段与格 ταῖς περιβολαῖς(通过拥抱)作 θαλπούσης 的修饰语。
- 2.30.3ὅπως αὐτῇ τὴν ὁδὸν ἀγνοούσῃ καθηγήσατο τῆς ὁδοῦ μουσική
动词 καθηγέομαι(引路)支配表示受导之人的与格(αὐτῇ)和表示路线的属格(τῆς ὁδοῦ)。后置且无冠词的名词 μουσική(音乐)是全句主语。分词短语 τὴν ὁδὸν ἀγνοούσῃ 与与格代词 αὐτῇ 一致,意为“为不识道路的她”。
- 2.30.5τοὺς ἀμφὶ τὸν Δρύαντα καὶ Λάμωνα
这是“οἱ ἀμφί(或 περί)+ 宾格”的惯用搭配,表示以德律阿斯和拉蒙为核心,并包含其家眷或同伴的一行人。
- 2.30.5γάλα τῶν κεράτων κατασπείσας
复合动词 κατασπένδω(浇奠)支配受奠之物的宾格(γάλα,奶)以及被浇洒部位的属格(τῶν κεράτων,角),描绘了向祭牲角部浇奶的献祭仪式。
