- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.2.1-2.2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在葡萄采收中,达夫尼斯与克洛埃分别引来劳作者的爱慕而互生醋意;待收获结束,他们如释重负地返回平原,向宁芙女神献上初熟之物并尽情嬉戏。
Οἷον οὖν εἰκὸς ἐν ἑορτῇ Διονύσου καὶ οἴνου γενέσεως αἱ μὲν γυναῖκες ἐκ τῶν πλησίον ἀγρῶν εἰς ἐπικουρίαν κεκλημέναι τῷ Δάφνιδι τοὺς ὀφθαλμοὺς ἐπέβαλλον καὶ ἐπῄνουν ὡς ὅμοιον τῷ Διονύσῳ τὸ κάλλος,1 καί τις τῶν θρασυτέρων καὶ ἐφίλησε καὶ τὸν Δάφνιν παρώξυνε, τὴν δὲ Χλόην ἐλύπησεν·
因此,一如在狄奥尼索斯的节日与新酒诞生之时自然会有的那样,从邻近田野被唤来相助的女人们将目光投向达夫尼斯,称赞他的容貌宛如狄奥尼索斯;其中一个较大胆的甚至亲吻了他,这让达夫尼斯兴奋激动,却让克洛埃满心忧愁。
οἱ δὲ ἐν ταῖς ληνοῖς ποικίλας φωνὰς ἔρριπτον ἐπὶ τὴν Χλόην καὶ ὥσπερ ἐπί τινα Βάκχην Σάτυροι μανικώτερον ἐπήδων καὶ εὔχοντο γενέσθαι ποίμνια καὶ ὑπ’ ἐκείνης νέμεσθαι· ὥστε αὖ πάλιν ἡ μὲν ἥδετο, Δάφνις δὲ ἐλυπεῖτο.
另一方面,压榨槽里的男人们则向克洛埃抛去各种呼喊,像萨堤洛斯追逐巴克科斯女祭司那样狂乱地跳跃,祈愿自己化作羊群受她放牧;于是反过来,克洛埃满心欢喜,达夫尼斯却满心忧愁。
Εὔχοντο δὲ δὴ ταχέως παύσασθαι τὸν τρυγητὸν καὶ λαβέσθαι τῶν συνήθων χωρίων καὶ ἀντὶ τῆς ἀμούσου βοῆς ἀκούειν σύριγγος ἢ τῶν ποιμνίων αὐτῶν βληχωμένων.
他们于是切切祈求葡萄采摘赶快结束,好回到熟悉的地方,听到排箫声或羊群自身的咩咩叫声,而非这粗野无韵的喧哗。
Καὶ ἐπεὶ διαγενομένων ὀλίγων ἡμερῶν αἱ μὲν ἄμπελοι ἐτετρύγηντο, πίθοι δὲ τὸ γλεῦκος εἶχον, ἔδει δὲ οὐκέτ’ οὐδὲν πολυχειρίας,2 κατήλαυνον τὰς ἀγέλας ἐς τὸ πεδίον καὶ μάλα χαίροντες τὰς Νύμφας προσεκύνουν, βότρυς αὐταῖς κομίζοντες ἐπὶ κλημάτων, ἀπαρχὰς τοῦ τρυγητοῦ.
几天过去后,葡萄采摘殆尽,瓮中装满了新酒,再也用不着众多人手,他们便把群畜赶下平原,满心欢喜地敬拜宁芙女神们,将连着枝条的葡萄穗作为采摘的初熟祭献给她们。
Οὐδὲ τὸν πρότερον χρόνον ἀμελῶς ποτε παρῆλθον, ἀλλ’ ἀεὶ ἀρχόμενοι νομῆς προσήδρευον καὶ ἐκ νομῆς ἀνιόντες προσεκύνουν· καὶ πάντως τι ἐπέφερον, ἢ ἄνθος ἢ ὀπώραν ἢ φυλλάδα χλωρὰν ἢ γάλακτος σπονδήν. Καὶ τούτων μὲν ὕστερον ἀμοιβὰς ἐκομίσαντο παρὰ τῶν θεῶν· τότε δὲ κύνες, φασίν, ἐκ δεσμῶν λυθέντες3 ἐσκίρτων, ἐσύριττον, ᾖδον, τοῖς τράγοις καὶ τοῖς προβάτοις συνεπάλαιον.
即便是从前的日子,他们也从未漫不经心地走过,而总是在放牧之始侍奉在旁,归牧之时顶礼膜拜;并且总会带来一些祭品,或是鲜花,或是时果,或是青翠的树叶,或是牛乳奠祭。他们后来为此从诸神那里得到了回报;但此时此刻,俗语所谓如脱了锁链的猎犬,他们欢跳着,吹着排箫,唱着歌,同公山羊和绵羊摔跤戏耍。
- 2.2.1ὡς ὅμοιον τῷ Διονύσῳ τὸ κάλλος
τὸ κάλλος 是关系对格(限制对格),修饰后接与格 τῷ Διονύσῳ 的形容词 ὅμοιον,意为“在美貌上宛如狄奥尼索斯”。
- 2.2.4ἔδει δὲ οὐκέτ’ οὐδὲν πολυχειρίας
非人称动词 ἔδει 支配表示缺失/需求的事物属格 πολυχειρίας(“众多人手”),οὐδέν 则作副词性或内宾语(“丝毫没有”),整句意为“丝毫不再需要众多人手”。
- 2.2.6τότε δὲ κύνες, φασίν, ἐκ δεσμῶν λυθέντες
插入语 φασίν(“正如人们所说”)引出了谚语性的比喻;主格复数分词短语 κύνες... λυθέντες(“如挣脱束缚的犬”)直接修饰下文限定动词群(ἐσκίρτων 等)的主语。
