- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.24.1-2.24.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯醒来后向宁芙和潘神祈祷并许愿献祭,随后回庄屋安抚养父母,并在漫长难熬的夜里急切期盼克洛埃归来。
Τοιαῦτα ἰδὼν καὶ ἀκούσας Δάφνις ἀναπηδήσας τῶν ὕπνων καὶ ὑφ’ ἡδονῆς καὶ λύπης μεστὸς δακρύων τὰ ἀγάλματα τῶν Νυμφῶν προσεκύνει καὶ ἐπηγγέλλετο σωθείσης Χλόης1 θύσειν τῶν αἰγῶν τὴν ἀρίστην.
看到并听到了这番情景,达夫尼斯从睡眠中一跃而起,在喜悦与悲伤中满含泪水,向宁芙仙女们的神像下拜祈祷,并许诺若克洛埃得以获救,便献祭羊群中最好的一只山羊。
Δραμὼν δὲ καὶ ἐπὶ τὴν πίτυν, ἔνθα τὸ τοῦ Πανὸς ἄγαλμα ἵδρυτο κερασφόρον, τραγοσκελές, τῇ μὲν σύριγγα τῇ δὲ τράγον πηδῶντα κατέχον, κἀκεῖνον προσεκύνει καὶ εὔχετο ὑπὲρ τῆς Χλόης καὶ τράγον θύσειν ἐπηγγέλλετο.
他又奔向那棵松树,那里供奉着长着角、生着山羊腿的潘神雕像,它一手持排箫,另一手按着一只跳跃的公山羊;他也向潘神下拜祈祷,为克洛埃祈愿,并许诺献祭一只公山羊。
Καὶ μόλις ποτὲ περὶ ἡλίου καταφορὰς παυσάμενος δακρύων καὶ εὐχῶν, ἀράμενος τὰς φυλλάδας, ἃς ἔκοψεν, ἐπανῆλθεν εἰς τὴν ἔπαυλιν, καὶ τοὺς ἀμφὶ τὸν Λάμωνα2 πένθους ἀπαλλάξας, εὐφροσύνης ἐμπλήσας, τροφῆς τε ἐγεύσατο καὶ ἐς ὕπνον ὥρμησεν οὐδὲ τοῦτον ἄδακρυν, ἀλλ’ εὐχόμενος μὲν αὖθις τὰς Νύμφας ὄναρ ἰδεῖν, εὐχόμενος δὲ τὴν ἡμέραν γενέσθαι ταχέως, ἐν ᾗ Χλόην ἐπηγγείλαντο αὐτῷ.3 Νυκτῶν πασῶν ἐκείνη ἔδοξε μακροτάτη γεγονέναι· ἐπράχθη δὲ ἐπ’ αὐτῆς τάδε.
直到日落时分,他才好不容易止住了泪水与祈祷,抱起自己砍下的枝叶返回庄屋;在使拉蒙等人摆脱了悲痛、满怀喜悦之后,他吃了点食物便入睡了。然而这睡眠也并非没有眼泪,他一边祈祷着能在梦中再次见到仙女们,一边祈求她们向他许诺归还克洛埃的那一天快快到来。在所有的夜晚中,唯有那一夜显得最为漫长;而就在那一夜,发生了如下的事情。
- 2.24.1σωθείσης Χλόης
独立属格结构,此处表示条件(“如果克洛埃获救”),而非单纯的时间,构成了依附于动词 ἐπηγγέλλετο 及其带有的将来不定词 θύσειν 的誓愿(votum)条件。
- 2.24.3τοὺς ἀμφὶ τὸν Λάμωνα
惯用表达 οἱ ἀμφί/περί τινα,意为“拉蒙及其同伴/家人”,涵盖了上一节提到的拉蒙与其妻米耳塔勒等人。
- 2.24.4ἐν ᾗ Χλόην ἐπηγγείλαντο αὐτῷ
在关系从句中,动词 ἐπηγγείλαντο(许诺)后面承前省略了以 Χλόην 为主语或宾语的不定词(如 ἀφίξεσθαι“归来”或 ἀποδώσειν“送还”),呼应上一节中仙女们所作的预言(Χλόη γάρ σοι τῆς ἐπιούσης ἀφίξεται)。
