← 朗格斯

达夫尼斯与克洛伊

§2.25.1-2.25.4

美西姆纳军的盛宴与夜间恐慌

劫掠得胜的美西姆纳军在平静海湾停泊歇息并饮酒作乐,却在夜幕降临时突然被火光与敌舰桨声等幻象引发的莫名恐慌所笼罩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25.1

Ὁ στρατηγὸς ὁ τῶν Μηθυμναίων ὅσον δέκα σταδίους ἀπελάσας ἠθέλησε τοὺς στρατιώτας τῇ καταδρομῇ κεκμηκότας ἀναλαβεῖν. Ἄκρας οὖν ἐπεμβαινούσης τῷ πελάγει λαβόμενος ἐπεκτεινομένης μηνοειδῶς, ἧς ἐντὸς θάλαττα γαληνότερον τῶν λιμένων ὅρμον εἰργάζετο, ἐνταῦθα τὰς ναῦς ἐπ’ ἀγκυρῶν μετεώρους διορμίσας, ὡς μηδὲ μίαν ἐκ τῆς γῆς τῶν ἀγροίκων τινὰ λυπῆσαι,1 ἀνῆκε τοὺς Μηθυμναίους εἰς τέρψιν εἰρηνικήν.

美西姆纳人的将领在驶出约十斯塔德后,想要让因袭扰劫掠而疲惫不堪的士兵们休整一番。于是,他占据了一处伸入海中、呈月牙形延展的海角,海角内侧的水域形成了一个比港湾更为宁静的停泊处;他在那里把船只抛锚停泊在深水处,以免乡民们从陆上哪怕危及一艘船,随后便让美西姆纳人尽情享受和平的享乐。

§2.25.3

Οἱ δὲ ἔχοντες πάντων ἀφθονίαν ἐκ τῆς ἁρπαγῆς ἔπινον, ἔπαιζον, ἐπινίκιον ἑορτὴν ἐμιμοῦντο. Ἄρτι δὲ παυομένης ἡμέρας καὶ τῆς τέρψεως ἐς νύκτα ληγούσης αἰφνίδιον μὲν ἡ γῆ πᾶσα ἐδόκει λάμπεσθαι πυρί, κτύπος δὲ ἠκούετο ῥόθιος κωπῶν, ὡς ἐπιπλέοντος μεγάλου στόλου.

他们从劫掠中获取了极丰富的资财,便饮酒作乐,仿效庆功盛典。然而,白昼刚尽、享乐入夜渐止之际,突然整片陆地似乎都被烈火照亮,又听得激烈的划桨声,如同大支舰队正疾驰来袭。

§2.25.4

Ἐβόα τις ὁπλίζεσθαι τὸν στρατηγόν, ἄλλος ἄλλον ἐκάλει, καὶ τετρῶσθαί τις ἐδόκει, καὶ σχῆμά τις ἔκειτο νεκροῦ μιμούμενος. Εἴκασεν ἄν τις2 ὁρᾶν νυκτομαχίαν οὐ παρόντων πολεμίων.3

有人大呼将领披甲备战,有人互相呼唤,有人觉得自己受了创伤,有人则倒在地上扮作死尸。任何人都会以为自己正目睹一场夜战,即便那里根本没有敌人现身。

语法注3 条
  1. 2.25.2ὡς μηδὲ μίαν ἐκ τῆς γῆς τῶν ἀγροίκων τινὰ λυπῆσαι

    此句为 ὡς 加不定式(λυπῆσαι)表示目的或结果。不定式的主语是不定代词宾格 τινὰ(由部分属格 τῶν ἀγροίκων 修饰,意为“乡民中的任何人”),宾语为阴性单数宾格 μηδὲ μίαν(指代前文的 τὰς ναῦς,“哪怕一艘船”),存在明显的语序倒装(hyperbaton)。

  2. 2.25.4Εἴκασεν ἄν τις

    过去直陈式(不定过去时)加 ἄν 构成的过去潜在句,表示对过去情况的推测(“任何人都会以为……”)。随后的不定式 ὁρᾶν 作 εἴκασεν 的宾语补足语。

  3. 2.25.4οὐ παρόντων πολεμίων

    表示让步的属格独立结构(genitive absolute,“尽管并无敌人在场”)。分词短语中通常用于条件或假设时使用 μή,此处使用客观否定词 οὐ,旨在强调没有任何真实敌人存在这一客观事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.25.1-2.25.4