← 朗格斯

达夫尼斯与克洛伊

§2.23.1-2.23.5

宁芙入梦安慰达夫尼斯并承诺相救

达夫尼斯在悲伤中睡去,三位宁芙仙女入梦显现,安慰他说她们已请求潘神相助,克洛埃次日便会平安归来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1

Τοιαῦτα λέγοντα αὐτὸν ἐκ τῶν δακρύων καὶ τῆς λύπης ὕπνος βαθὺς καταλαμβάνει. Καὶ αὐτῷ αἱ τρεῖς ἐφίστανται Νύμφαι, μεγάλαι γυναῖκες καὶ καλαί, ἡμίγυμνοι καὶ ἀνυπόδητοι, τὰς κόμας λελυμέναι1 καὶ τοῖς ἀγάλμασιν ὅμοιαι.

正当他说着这些话时,因泪水与悲伤,沉沉的睡意袭倒了他。三位宁芙仙女出现在他面前,她们身材高挑而美丽,半裸着身躯,赤着双足,披散着秀发,宛如她们的神像一般。

§2.23.2

Καὶ τὸ μὲν πρῶτον ἐῴκεσαν ἐλεοῦσαι τὸν Δάφνιν· ἔπειτα ἡ πρεσβυτάτη λέγει ἐπιρρωννύουσα “Μηδὲν ἡμᾶς μέμφου, Δάφνι· Χλόης γὰρ ἡμῖν μᾶλλον μέλει ἢ σοί. Ἡμεῖς τοι καὶ παιδίον οὖσαν αὐτὴν ἠλεήσαμεν καὶ ἐν τῷδε τῷ ἄντρῳ κειμένην αὐτὴν ἀνεθρέψαμεν.

起初,她们似乎在怜悯达夫尼斯;随后,最年长的那位仙女鼓舞着他说道:“达夫尼斯,切莫责怪我们;因为比起你来,我们更加关照克洛埃。要知道,在她还是个婴儿的时候,我们就怜悯了她,并抚育了躺在这山洞里的她。

§2.23.3

Ἐκείνῃ καὶ πεδίοις κοινὸν οὐδέν. Καὶ νῦν δὲ ἡμῖν πεφρόντισται τὸ κατ’ ἐκείνην, ὡς μήτε εἰς τὴν Μήθυμναν κομισθεῖσα δουλεύοι μήτε μέρος γένοιτο λείας πολεμικῆς.

她与这些田野毫无共同之处。即便在当下,关于她的事也已由我们妥善安排,使她既不会被带到梅绪姆纳沦为奴隶,也不会成为战利品的一部分。

§2.23.4

Τὸν Πᾶνα ἐκεῖνον τὸν ὑπὸ τῇ πίτυι ἱδρυμένον, ὃν ὑμεῖς οὐδέποτε οὐδὲ ἄνθεσιν ἐτιμήσατε, τούτου ἐδεήθημεν2 ἐπίκουρον γενέσθαι Χλόης· συνήθης γὰρ στρατοπέδοις μᾶλλον ἡμῶν καὶ πολλοὺς ἤδη πολέμους ἐπολέμησε τὴν ἀγροικίαν καταλιπών· καὶ ἔπεισι τοῖς Μηθυμναίοις οὐκ ἀγαθὸς πολέμιος.

供奉在松树下的那位潘神,你们甚至从未用鲜花供奉过他,我们已祈求他去充当克洛埃的救兵。因为他比我们更熟悉军营,早已离开乡村参加过许多战事;他将作为可怕的强敌降临到梅绪姆纳人头上。

§2.23.5

Κάμνε δὲ μηδέν, ἀλλ’ ἀναστὰς ὄφθητι Λάμωνι καὶ Μυρτάλῃ, οἳ καὶ αὐτοὶ κεῖνται χαμαί, νομίζοντες καὶ σὲ μέρος γεγονέναι τῆς ἁρπαγῆς· Χλόη γάρ σοι τῆς ἐπιούσης ἀφίξεται μετὰ τῶν αἰγῶν, μετὰ τῶν προβάτων, καὶ νεμήσετε κοινῇ καὶ συρίσετε κοινῇ· τὰ δὲ ἄλλα μελήσει περὶ ὑμῶν Ἔρωτι.”

你切莫再痛苦忧伤了,快起来去见拉蒙和米耳塔勒,他们也正躺在地上,以为连你也成了掳掠的战利品。克洛埃明天就会带着山羊、带着绵羊回到你身边,你们将一同放牧,一同吹笛;至于其余的事,厄洛斯自会为你们操心安排。”

语法注2 条
  1. 2.23.1τὰς κόμας λελυμέναι

    完成时被动分词 λελυμέναι 带有表示身体部位的宾格 τὰς κόμας,构成“关系宾格”(亦可理解为中动分词带自身直接宾语),意为“披散着头发”。

  2. 2.23.4Τὸν Πᾶνα ἐκεῖνον τὸν ὑπὸ τῇ πίτυι ἱδρυμένον, ὃν ὑμεῖς οὐδέποτε οὐδὲ ἄνθεσιν ἐτιμήσατε, τούτου ἐδεήθημεν

    先置/前置悬空结构(prolepsis 或悬空宾格)。主句动词 ἐδεήθημεν 支配属格,其实际语法格由关系节后的指示代词 τούτου(属格)承担,但作为话题核心的先行词 Τὸν Πᾶνα ἐκεῖνον ... 则以宾格形式被前置于句首。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.23.1-2.23.5