- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.22.1-2.22.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯向宁芙仙女哀告悲泣,责怪她们未能护佑克洛埃,并痛陈自己一无所有的绝望及对克洛埃的思念。
“Ἀφ’ ὑμῶν ἡρπάσθη Χλόη, καὶ τοῦτο ὑμεῖς ἰδεῖν ὑπεμείνατε; ἡ τοὺς στεφάνους ὑμῖν πλέκουσα, ἡ σπένδουσα τοῦ πρώτου γάλακτος,1 ἧς καὶ ἡ σύριγξ ἥδε ἀνάθημα;
“克洛埃是在你们面前被掳走的,难道你们竟忍心眼看着这事发生?她曾为你们编织花冠,为你们奠祭初乳,这具排箫也是她奉献的供物!
Αἶγα μὲν οὐδὲ μίαν μοι λύκος ἥρπασε, πολέμιοι δὲ τὴν ἀγέλην καὶ τὴν συννέμουσαν. Καὶ τὰς μὲν αἶγας ἀποδεροῦσι καὶ τὰ πρόβατα καταθύσουσι, Χλόη δὲ λοιπὸν πόλιν οἰκήσει. Ποίοις ποσὶν2 ἄπειμι παρὰ τὸν πατέρα καὶ τὴν μητέρα ἄνευ τῶν αἰγῶν, ἄνευ Χλόης, λιπερνήτης γενόμενος; ἔχω γὰρ νέμειν ἔτι οὐδέν.3
连狼都不曾夺走过我的一只山羊,敌人却把羊群和与我一同放牧的她全都掳掠了去。他们会剥下山羊的皮,把绵羊宰杀祭献,而克洛埃从此只能住在城里。失去了山羊,失去了克洛埃,沦为一个一无所有的穷光蛋,我还能迈着怎样的脚步回到父母身边呢?因为我已经没有任何牲畜可以放牧了。
Ἐνταῦθα περιμενῶ κείμενος ἢ θάνατον ἢ πόλεμον δεύτερον. Ἆρα καὶ σύ, Χλόη, τοιαῦτα πάσχεις; ἆρα μέμνησαι τοῦ πεδίου τοῦδε καὶ τῶν Νυμφῶν τῶνδε κἀμοῦ; ἢ παραμυθοῦνταί σε τὰ πρόβατα καὶ αἱ αἶγες αἰχμάλωτοι μετὰ σοῦ γενόμεναι;”
我就要躺在这里,等待着死亡,或是等待又一场战争的降临。克洛埃,你也正承受着这般的痛苦吗?你还记得这片平原、这些宁芙仙女以及我吗?还是说,那些与你一同沦为俘虏的绵羊与山羊,如今正在慰藉着你呢?”
- 2.22.1τοῦ πρώτου γάλακτος
作分词 σπένδουσα 的宾语的部分属格,表示奠酒所取的供品来源(“奠献初乳[的一部分]”)。
- 2.22.3Ποίοις ποσὶν
方式或手段与格,字面意思是“用怎样的双脚?”,在古希腊语中是表达羞愧、绝望和无可奈何的修辞性惯用表达,意为“我还能以怎样的脚步去见……/我有何颜面回到……”。
- 2.22.3ἔχω γὰρ νέμειν ἔτι οὐδέν
“动词 ἔχω + 不定式(νέμειν)+ 否定代词(οὐδέν)”结构,表示“我已没有(任何可供)放牧的东西”或“我再也无法放牧什么了”。
