← 朗格斯

达夫尼斯与克洛伊

§2.21.1-2.21.3

克洛埃失踪与达夫尼斯的悲叹

麦提姆纳人的舰队满载战利品启程返航;而达夫尼斯回到牧场,发现牲畜与克洛埃皆已失踪,悲痛欲绝地四处奔寻并谴责宁芙仙女。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21.1

Ἔχοντες δὲ ἤδη τὰς ναῦς παντοδαπῆς ἁρπαγῆς μεστάς, οὐκέτ’ ἐγίνωσκον περαιτέρω πλεῖν,1 ἀλλὰ τὸν οἴκαδε πλοῦν ἐποιοῦντο καὶ τὸν χειμῶνα καὶ τοὺς πολεμίους δεδιότες. Οἱ μὲν οὖν ἀπέπλεον εἰρεσίᾳ προσταλαιπωροῦντες· ἄνεμος γὰρ οὐκ ἦν· ὁ δὲ Δάφνις ἡσυχίας γενομένης ἐλθὼν εἰς τὸ πεδίον ἔνθα ἔνεμον, καὶ μήτε τὰς αἶγας ἰδὼν μήτε τὰ πρόβατα καταλαβὼν μήτε Χλόην εὑρὼν ἀλλ’ ἐρημίαν πολλὴν καὶ τὴν σύριγγα ἐρριμμένην, ᾗ συνήθως ἐτέρπετο ἡ Χλόη, μέγα βοῶν καὶ ἐλεεινὸν κωκύων ποτὲ μὲν πρὸς τὴν φηγὸν ἔτρεχεν ἔνθα ἐκαθέζοντο, ποτὲ δὲ ἐπὶ τὴν θάλατταν ὡς ὀψόμενος αὐτήν,2 ποτὲ δὲ ἐπὶ τὰς Νύμφας, ἐφ’ ἃς ἑλκομένη κατέφυγεν. Ἐνταῦθα καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ καὶ ταῖς Νύμφαις ὡς προδούσαις3 κατεμέμφετο.

他们的船只已经装满了各式各样的掠夺品,于是决定不再往前航行,而是因畏惧冬日与敌人,踏上了归途。于是他们便费力划桨启航离去,因为当时毫无风息。 与此同时,达夫尼斯在周围重归宁静后来到了他们平时放牧的平原,但既不见山羊,也寻不着绵羊,更找不到克洛埃,只见一片极度的荒凉和克洛埃平时常用来排遣自娱而如今被遗弃在地的排箫。他大声呼喊,凄切哀号,一会儿跑向他们平时坐着的山毛榉树,一会儿又奔向大海,仿佛想要望见她,一会儿又跑向那些宁芙仙女那里——克洛埃被拖走时曾向她们逃去求庇。他在那里扑倒在地,责怪宁芙仙女将她抛弃不管。

语法注3 条
  1. 2.21.1οὐκέτ’ ἐγίνωσκον περαιτέρω πλεῖν

    动词 γιγνώσκω 后接不定式表示“决意、决定做某事”。此处与否定词 οὐκέτι 连用,意为“决定不再往前航行”。

  2. 2.21.3ὡς ὀψόμενος αὐτήν

    连词 ὡς 连用未来分词 ὀψόμενος,表示主语的主观意图或目的(“想要见到她”、“希冀能看到她”)。

  3. 2.21.3ὡς προδούσαις

    在动词 κατεμέμφετο 的间接宾语 ταῖς Νύμφαις(与格)之后,连用 ὡς 与过去分词 προδούσαις,说明达夫尼斯责难她们的主观理由(“斥责她们背弃了克洛埃”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.21.1-2.21.3