← 朗格斯

达夫尼斯与克洛伊

§2.20.1-2.20.3

梅绪姆纳军队的劫掠与克洛埃被俘

梅绪姆纳将军突袭密提林沿海地带并大肆劫掠,达夫尼斯藏入树洞幸免于难,而克洛埃虽逃至宁芙神龛前祈求却仍被掠走。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.1

Ὁ δὲ εὐθὺς τῆς ἐπιούσης ἀναγόμενος αὐτερέταις στρατιώταις1 ἐπέπλει τοῖς παραθαλαττίοις τῶν Μυτιληναίων ἀγροῖς. Καὶ πολλὰ μὲν ἥρπαζε ποίμνια, πολὺν δὲ σῖτον καὶ οἶνον, ἄρτι πεπαυμένου τοῦ τρυγητοῦ, καὶ ἀνθρώπους δὲ οὐκ ὀλίγους, ὅσοι τούτων ἐργάται.

〔将军〕于次日便立即率领自任划手兼士兵的部队出海,驶向密提林人的沿岸田野。他掳劫了许多羊群,又因葡萄采摘刚刚结束,抢掠了大量粮食和葡萄酒,还掳走了不少在其中劳作的农人。

§2.20.2

Ἐπέπλευσε καὶ τοῖς τῆς Χλόης ἀγροῖς καὶ τοῦ Δάφνιδος, καὶ ἀπόβασιν ὀξεῖαν θέμενος λείαν ἤλαυνε τὰ ἐν ποσίν. Ὁ μὲν οὖν Δάφνις οὐκ ἔνεμε τὰς αἶγας ἀλλὰ ἐς τὴν ὕλην ἀνελθὼν φυλλάδα χλωρὰν ἔκοπτεν, ὡς ἔχοι τοῦ χειμῶνος παρέχειν τοῖς ἐρίφοις τροφήν· ὥστε ἄνωθεν θεασάμενος τὴν καταδρομὴν ἐνέκρυψεν ἑαυτὸν στελέχει κοίλῳ ξηρᾶς ὀξύης·

他也驶到了克洛埃和达夫尼斯的土地,迅速登陆后,便将眼前的一切当作战利品赶走。当时达夫尼斯并没有放羊,而是上了树林砍伐青枝绿叶,以便在冬天能给小山羊提供饲料;因此他从高处望见这次突袭,便将自己藏身于一棵枯干的山毛榉树洞之中。

§2.20.3

ἡ δὲ Χλόη παρῆν ταῖς ἀγέλαις καὶ διωκομένη καταφεύγει πρὸς τὰς Νύμφας ἱκέτις καὶ ἐδεῖτο φείσασθαι καὶ ὧν ἔνεμε2 καὶ αὐτῆς διὰ τὰς θεάς. Ἀλλ’ ἦν οὐδὲν ὄφελος· οἱ γὰρ Μηθυμναῖοι πολλὰ τῶν ἀγαλμάτων κατακερτομήσαντες καὶ τὰς ἀγέλας ἤλασαν κἀκείνην ἤγαγον ὥσπερ αἶγα ἢ πρόβατον παίοντες λύγοις.

克洛埃则留在牲畜群旁,遭到追捕时,她作为祈求者逃到宁芙们那里,哀求看在女神们的面上放过她所放牧的羊群和她自己。但这一切毫无用处;因为梅绪姆纳人极尽侮辱了那些雕像,不仅赶走了畜群,还将她像山羊或绵羊一样用细柳条抽打着押送带走。

语法注2 条
  1. 2.20.1αὐτερέταις στρατιώταις

    表示伴随或手段的与格(军事与格)。名词 αὐτερέτης 指“自任划手的战士”,表明这次远征没有配备专职水手,而是由士兵亲自划桨。

  2. 2.20.3καὶ ὧν ἔνεμε

    由动词 φείσασθαι(宽恕、饶过)支配属格。先行词 τούτων 被省略吸收,而关系代词本应作为 ἔνεμε 的宾语作宾格 ἅ,在此受先行词格位的影响被牵引为属格 ὧν(关系词的格位牵引)。底层完整结构相当于 καὶ τούτων ἃ ἔνεμε καὶ αὐτῆς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.20.1-2.20.3