- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.19.1-2.19.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
负伤返国的梅绪姆纳青年为掩盖受辱真相,捏造密提林人抢劫船只财物的罪名。城邦公民信以为真,表决对密提林开战,并派将军袭扰其沿海。
Τότε μὲν δὴ παρὰ τοσοῦτον Δάφνις ἦλθε κακοῦ.1 Τὸ δὲ πρᾶγμα οὐ ταύτῃ ἐπέπαυτο, ἀλλ’ ἐλθόντες οἱ Μηθυμναῖοι μόλις εἰς τὴν ἑαυτῶν, ὁδοιπόροι μὲν ἀντὶ ναυτῶν τραυματίαι δὲ ἀντὶ τρυφώντων, ἐκκλησίαν τε συνήγαγον τῶν πολιτῶν καὶ ἱκετηρίας θέντες ἱκέτευον τιμωρίας ἀξιωθῆναι·
当时达夫尼斯险些遭遇灾祸。然而事情并没有就此平息;梅绪姆纳人九死一生逃回本邦,水手沦为了步行者,享乐者沦为了伤员,他们召集了公民大会,放上请愿的橄榄枝,请求为他们复仇。
τῶν μὲν ἀληθῶν λέγοντες οὐδὲ ἕν, μὴ καὶ πρὸς καταγέλαστοι γένοιντο τοιαῦτα καὶ τοσαῦτα παθόντες ὑπὸ ποιμένων, κατηγοροῦντες δὲ Μυτιληναίων, ὡς τὴν ναῦν ἀφελομένων καὶ τὰ χρήματα διαρπασάντων2 πολέμου νόμῳ.
他们对真相只字不提,唯恐因在牧羊人手中遭受如此之多、如此惨重的苦头而更成为众人的笑柄;相反,他们控告密提林人,声称他们按照战时法令夺走了船只并掠夺了财产。
Οἱ δὲ πιστεύοντες διὰ τὰ τραύματα καὶ νεανίσκοις τῶν πρώτων παρ’ αὐτοῖς οἰκιῶν τιμωρῆσαι3 δίκαιον νομίζοντες Μυτιληναίοις μὲν πόλεμον ἀκήρυκτον ἐψηφίσαντο· τὸν δὲ στρατηγὸν ἐκέλευσαν δέκα ναῦς καθελκύσαντα κακουργεῖν αὐτῶν τὴν παραλίαν· πλησίον γὰρ χειμῶνος ὄντος οὐκ ἦν ἀσφαλὲς μείζονα στόλον πιστεύειν τῇ θαλάττῃ.
公民们因见到那些伤口而对此深信不疑,又认为理应为本邦显赫世家的年轻人讨回公道,便投票通过了对密提林人的不宣之战;他们命令将军下水十艘战船去蹂躏对方的沿海地带,因为冬天将至,把更庞大的舰队托付给大海并不安全。
- 2.19.1παρὰ τοσοῦτον Δάφνις ἦλθε κακοῦ
短语 παρὰ τοσοῦτον ἦλθε 是表示“差一点就……”、“险些陷入……”的习用句式。介词 παρά 搭配宾格 τοσοῦτον 表示相差的微小程度,属格 κακοῦ 则作为部分属格表示所险些陷入的处境。
- 2.19.2ὡς τὴν ναῦν ἀφελομένων καὶ τὰ χρήματα διαρπασάντων
连词 ὡς 搭配属格分词(ἀφελομένων 和 διαρπασάντων)。它承接前文的 κατηγοροῦντες δὲ Μυτιληναίων,以 Μυτιληναίων 为逻辑主语,引出控告的主观理由或陈述内容(“声称密提林人夺走了……”)。
- 2.19.3νεανίσκοις τῶν πρώτων παρ’ αὐτοῖς οἰκιῶν τιμωρῆσαι
主动态动词 τιμωρέω 接与格(此处为 νεανίσκοις)时,意为“为某人复仇”或“替某人报仇”;这有别于中动态 τιμωρέομαι 接宾格表示“向某人报复”或“惩罚某人”。
