← 朗格斯

达夫尼斯与克洛伊

§2.15.1-2.15.3

菲勒塔斯主审与梅绪姆纳人的指控

老牛夫菲勒塔斯被推举为裁判,梅绪姆纳人陈述指控,声称达夫尼斯的山羊导致满载财宝的船只漂失,并要求将达夫尼斯带走作为赔偿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.1

Ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἀξιούντων δικαστὴν καθίζουσι Φιλητᾶν τὸν βουκόλον· πρεσβύτατός τε γὰρ ἦν τῶν παρόντων καὶ κλέος εἶχεν ἐν τοῖς κωμήταις δικαιοσύνης περιττῆς.1 Πρῶτοι δὲ κατηγόρουν οἱ Μηθυμναῖοι σαφῆ καὶ σύντομα,2 ἅτε βουκόλον ἔχοντες δικαστήν.

其他人也都要求同样的事,于是他们让牛夫菲勒塔斯就座充当裁判;因为他是当场年岁最高的人,并且在村民中以非凡的公正享有声誉。梅绪姆纳人首先控告,鉴于裁判是一个牛夫,他们的陈述清晰而简明。

§2.15.2

“Ἤλθομεν εἰς τούτους τοὺς ἀγροὺς θηρᾶσαι θέλοντες. Τὴν μὲν οὖν ναῦν λύγῳ χλωρᾷ δήσαντες ἐπὶ τῆς ἀκτῆς κατελίπομεν, αὐτοὶ δὲ διὰ τῶν κυνῶν ζήτησιν ἐποιούμεθα θηρίων. Ἐν τούτῳ πρὸς τὴν θάλατταν αἱ αἶγες τούτου κατελθοῦσαι τήν τε λύγον κατεσθίουσι καὶ τὴν ναῦν ἀπολύουσιν.

“我们来到这片土地,本是想要打猎。于是我们用一根新鲜的柳条拴住船,把它留在岸边,自己则带着猎犬搜寻野兽。在此期间,这个人的山羊跑到海边,不仅啃断了柳条,还放跑了船只。

§2.15.3

Εἶδες αὐτὴν ἐν τῇ θαλάττῃ φερομένην, πόσων οἴει μεστὴν ἀγαθῶν;3 Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον. Τοὺς ἀγροὺς ἄν τις τούτους ἐκεῖνα ἔχων ὠνήσαιτο. Ἀνθ’ ὧν ἀξιοῦμεν ἄγειν τοῦτον,4 πονηρὸν ὄντα αἰπόλον, ὃς ἐπὶ τῆς θαλάττης νέμει τὰς αἶγας ὡς ναύτης.”

你亲眼看见它漂在海上,你认为上面装满了多少财宝?损失的衣物何等考究,器具的配饰何等精美,还有多么大笔的银钱!一个人若拥有那些财物,买下这整片田产都绰绰有余。因此,我们要求把这个人带走抵偿,他是个恶劣的羊倌,竟像水手一般把山羊放到了海边。”

语法注4 条
  1. 2.15.1δικαιοσύνης περιττῆς

    依附于名词 κλέος 的原因或说明性属格(“因非凡的正义而享有的声誉”),与 ἐν τοῖς κωμήταις(在村民中)并用,表明其声誉的渊源所在。

  2. 2.15.1σαφῆ καὶ σύντομα

    中性复数宾格作状语修饰动词 κατηγόρουν(源于内宾格用法),表示鉴于裁判只是个质朴的牛夫(ἅτε βουκόλον ἔχοντες δικαστήν),他们将控告陈述得“清晰而简明”。

  3. 2.15.3πόσων οἴει μεστὴν ἀγαθῶν;

    动词 οἴει(“你以为/你认为”)作为插入语置于感叹或问句中。形容词 μεστὴν 为阴性单数宾格,作前文 αὐτὴν(指船)的述语修饰成分(省略分词 [οὖσαν]),意为“你以为它装满了多少宝物?”。

  4. 2.15.3ἄγειν τοῦτον

    在准司法语境中,ἄγειν 带有拘押人身、将其作为债务人或奴役赔偿而“带走/拘走”的习惯用法含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.15.1-2.15.3