- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.16.1-2.16.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对梅绪姆纳人的指控,达夫尼斯在克洛埃面前展开辩驳,指出山羊是被不合格猎手的猎犬驱赶至海边的,而船只的遗失完全归咎于风暴和拙劣的系泊方式。
Τοσαῦτα οἱ Μηθυμναῖοι κατηγόρησαν· ὁ δὲ Δάφνις διέκειτο μὲν κακῶς ὑπὸ τῶν πληγῶν, Χλόην δὲ ὁρῶν παροῦσαν πάντων κατεφρόνει καὶ ὧδε εἶπεν “Ἐγὼ νέμω τὰς αἶγας καλῶς. Οὐδέποτε ᾐτιάσατο κωμήτης οὐδὲ εἷς ὡς ἢ κῆπόν τινος αἲξ ἐμὴ κατεβοσκήσατο ἢ ἄμπελον βλαστάνουσαν κατέκλασεν.
梅绪姆纳人作了这番控告。达夫尼斯虽然饱受殴打之苦、伤势严重,但一见到克洛埃在场,便将一切置之度外,开口说道:“我一向把山羊照看得很周全。从来没有哪个村民指责过我的山羊啃光了谁的花园,或是折断了正在发芽的葡萄藤。
Οὗτοι δέ εἰσι κυνηγέται πονηροὶ καὶ κύνας ἔχουσι κακῶς πεπαιδευμένους, οἵτινες τρέχοντες πολλὰ καὶ ὑλακτοῦντες σκληρὰ1 κατεδίωξαν αὐτὰς ἐκ τῶν ὀρῶν καὶ τῶν πεδίων ἐπὶ τὴν θάλατταν, ὥσπερ λύκοι.
而这几个人却是蹩脚的猎手,带着教养拙劣的猎犬。正是那些狗到处乱跑、凶狠吠叫,像恶狼一般把山羊从山间和田野一路驱赶到了海边。
Ἀλλὰ ἀπέφαγον2 τὴν λύγον· οὐ γὰρ εἶχον ἐν ψάμμῳ πόαν ἢ κόμαρον ἢ θύμον. Ἀλλὰ ἀπώλετο ἡ ναῦς ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάττης· ταῦτα χειμῶνος, οὐκ αἰγῶν ἐστὶν ἔργα.3 Ἀλλὰ ἐσθὴς ἐνέκειτο καὶ ἄργυρος· καὶ τίς πιστεύσει νοῦν ἔχων ὅτι τοσαῦτα φέρουσα ναῦς πεῖσμα εἶχε λύγον;”
你们或许会说:‘但它们啃掉了柳条。’可是在沙滩上它们既没有草,也没有野草莓树或百里香。你们或许还会说:‘但船是被风浪毁掉的。’这是风暴的作为,而不是山羊的作为。你们又会说:‘但里面放着衣物和银钱。’可是,任何有头脑的人谁会相信,一艘载着如此巨资的船,竟然会用一根柳条作缆绳呢?”
- 2.16.2πολλὰ καὶ ... σκληρὰ
中性复数宾格形容词 πολλὰ 与 σκληρὰ 在此作副词性宾格(或同源宾格),分别修饰不及物分词 τρέχοντες 与 ὑλακτοῦντες,表示“到处奔跑”和“凶猛地吠叫”。
- 2.16.3Ἀλλὰ ἀπέφαγον
连词 ἀλλά 的三次排比出现(Ἀλλὰ ἀπέφαγον... Ἀλλὰ ἀπώλετο... Ἀλλὰ ἐσθὴς...)是修辞学中预提反驳(hypophora)的惯用手法,用于先引用对方可能提出的责难,紧接着予以驳斥。
- 2.16.3ταῦτα χειμῶνος, οὐκ αἰγῶν ἐστὶν ἔργα
属格 χειμῶνος 与 αἰγῶν 作名词 ἔργα 的所有格(所有性格),与系动词 ἐστίν 结合表示归属或动作者:“这些是风暴的作为,而非山羊的作为”。
