- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.14.1-2.14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅绪姆纳人的船被山风和退潮卷入公海;年轻人们抓住达夫尼斯并施暴捆绑,拉蒙和德律阿斯挺身阻拦并要求公断。
Ἦν δέ τι καὶ κλυδώνιον ἐν τῇ θαλάττῃ, κινηθέντος ἀπὸ τῶν ὀρῶν πνεύματος. Ταχὺ δὴ μάλα λυθεῖσαν αὐτὴν ὑπήνεγκεν ἡ παλίρροια τοῦ κύματος καὶ ἐς τὸ πέλαγος μετέωρον ἔφερεν. Αἰσθήσεως δὲ τοῖς Μηθυμναίοις γενομένης οἱ μὲν ἐπὶ τὴν θάλατταν ἔθεον, οἱ δὲ τοὺς κύνας συνέλεγον· ἐβόων δὲ πάντες, ὡς πάντας τοὺς ἐκ τῶν πλησίον ἀγρῶν ἀκούσαντας συνελθεῖν.1 Ἀλλ’ ἦν οὐδὲν ὄφελος· τοῦ γὰρ πνεύματος ἀκμάζοντος ἀσχέτῳ τάχει κατὰ ῥοῦν ἡ ναῦς ἐφέρετο.
加之山间刮起一阵风,海面上也泛起了波浪。船一旦被松开,海浪的回潮便极其迅速地将它带走,漂向远海,在波涛中起伏远去。梅绪姆纳人发觉后,有的奔向海滩,有的聚拢猎犬;他们全都大声呼喊,以至于附近田地的农人都听见了并聚拢过来。但这无济于事;因为随着风势渐盛,那船以不可遏制的速度顺流漂去。
Οἱ οὖν Μηθυμναῖοι οὐκ ὀλίγων κτημάτων στερόμενοι ἐζήτουν τὸν νέμοντα τὰς αἶγας· καὶ εὑρόντες τὸν Δάφνιν ἔπαιον, ἀπέδυον· εἷς δέ τις καὶ κυνόδεσμον ἀράμενος περιῆγε τὰς χεῖρας ὡς δήσων.2
于是梅绪姆纳人因失掉了不少财物,便四处搜寻那个放山羊的人;找到达夫尼斯后,他们痛打他,扒他的衣服;其中一人甚至拿起狗绳,反剪他的双手准备捆绑。
Ὁ δὲ ἐβόα τε παιόμενος καὶ ἱκέτευε τοὺς ἀγροίκους καὶ πρώτους τὸν Λάμωνα καὶ τὸν Δρύαντα βοηθοὺς ἐπεκαλεῖτο. Οἱ δὲ ἀντείχοντο σκληροὶ γέροντες καὶ χεῖρας ἐκ γεωργικῶν ἔργων ἰσχυρὰς ἔχοντες, καὶ ἠξίουν δικαιολογήσασθαι περὶ τῶν γεγενημένων.3
达夫尼斯边挨打边呼喊,向乡民们求救,首先呼唤拉蒙和德律阿斯作为帮手。而这两位老人身子骨硬朗,因农事劳作而双手孔武有力,他们坚决抵挡,并主张就发生的事情各陈情由以待公断。
- 2.14.2ὡς πάντας τοὺς ἐκ τῶν πλησίον ἀγρῶν ἀκούσαντας συνελθεῖν
连词 ὡς 搭配不定式(此处为 συνελθεῖν),相当于 ὥστε 表结果。不定式的逻辑主语是宾格的 πάντας,分词 ἀκούσαντας 与之同格修饰,表示“听到后聚拢过来”。
- 2.14.3περιῆγε τὰς χεῖρας ὡς δήσων
短语 περιῆγε τὰς χεῖρας 字面为“将双手转到背后”,动作主体是 εἷς δέ τις(某个人),宾语 τὰς χεῖρας 指达夫尼斯的手。随后的 ὡς 搭配将来分词(δήσων)表示主语的目的或意图(“打算捆绑”)。
- 2.14.4ἠξίουν δικαιολογήσασθαι περὶ τῶν γεγενημένων
中间态不定式 δικαιολογήσασθαι 意为“各陈理由辩护”或“寻求公正评判”。两位老人(拉蒙和德律阿斯)阻止私刑,要求双方就所发生的事情陈述各自是非曲直以求公正裁决。
