← 朗格斯

达夫尼斯与克洛伊

§2.13.1-2.13.4

失窃的系船缆与啃断枝条的山羊

梅绪姆纳年轻人的缆绳被一名农夫偷走,他们便用青绿枝条系船,在达夫尼斯与克洛埃居住的田地附近狩猎;然而四散奔跑的猎犬惊吓了羊群,逃至海滩的几只山羊咬断了系船的枝条。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.1

Τῶν δή τις ἀγροίκων ἐς ἀνολκὴν λίθου θλίβοντος τὰ πατηθέντα βοτρύδια χρῄζων σχοίνου, τῆς πρότερον ῥαγείσης,1 κρύφα ἐπὶ τὴν θάλατταν ἐλθών, ἀφρουρήτῳ τῇ νηὶ προσελθών, τὸ πεῖσμα ἐκλύσας, οἴκαδε κομίσας ἐς ὅ τι ἔχρῃζεν ἐχρήσατο. Ἕωθεν οὖν οἱ Μηθυμναῖοι νεανίσκοι ζήτησιν ἐποιοῦντο τοῦ πείσματος καὶ (ὡμολόγει γὰρ οὐδεὶς τὴν κλοπὴν) ὀλίγα μεμψάμενοι τοὺς ξενοδόκους παρέπλεον· καὶ σταδίους τριάκοντα παρελάσαντες προσορμίζονται τοῖς ἀγροῖς, ἐν οἷς ᾤκουν ὁ Δάφνις καὶ ἡ Χλόη· ἐδόκει γὰρ αὐτοῖς καλὸν εἶναι τὸ πεδίον ἐς θήραν λαγῶν.

有个乡下人需要一条绳子来拉起压榨踩踏过的葡萄的重石,因他先前的绳子断了,便悄悄来到海边,走向那艘无人看守的船,解下了缆绳,带回家中,用于他所需要的地方。清晨,梅绪姆纳的年轻人们四处寻找缆绳,(因为无人承认行窃),他们稍稍责备了房东几句便扬帆沿岸而去;划行了三十斯塔德后,他们靠岸停泊在达夫尼斯与克洛埃居住的田地旁,因为他们觉得那片平原非常适合猎兔。

§2.13.3

Σχοῖνον μὲν οὖν οὐκ εἶχον ὥστε ἐκδήσασθαι πεῖσμα·2 λύγον δὲ χλωρὰν μακρὰν στρέψαντες ὡς σχοῖνον, ταύτῃ τὴν ναῦν ἐκ τῆς πρύμνης ἄκρας εἰς τὴν γῆν ἔδησαν. Ἔπειτα τοὺς κύνας ἀφέντες ῥινηλατεῖν ἐν ταῖς εὐκαίροις φαινομέναις τῶν ὁδῶν3 ἐλινοστάτουν.

他们没有绳子可系作缆绳;于是他们将一根长长的青绿枝条扭成绳状,用它把船从船尾末端拴在陆地上。随后他们放狗循气味搜寻,在看似适宜的路口张设了捕兽网。

§2.13.4

Οἱ μὲν δὴ κύνες ἅμα ὑλακῇ διαθέοντες ἐφόβησαν τὰς αἶγας, αἱ δὲ τὰ ὀρεινὰ καταλιποῦσαι μᾶλλόν τι πρὸς τὴν θάλατταν ὥρμησαν· ἔχουσαι δὲ οὐδὲν ἐν ψάμμῳ τρώξιμον, ἐλθοῦσαι πρὸς τὴν ναῦν αἱ θρασύτεραι αὐτῶν, τὴν λύγον τὴν χλωράν, ᾗ ἐδέδετο ἡ ναῦς, ἀπέφαγον.

猎犬一路狂吠奔跑,吓坏了山羊,羊群离开山地,反而奔向海边;由于沙滩上没有任何可嚼之物,其中较为大胆的几只走到船边,咬断了系船的青绿枝条。

语法注3 条
  1. 2.13.1τῆς πρότερον ῥαγείσης

    属格绝对结构。阴性定冠词 τῆς 指代前文出现的 σχοίνου,充当分词 ῥαγείσης 的逻辑主语,表原因(“因先前的[绳子]断了”)。

  2. 2.13.3ὥστε ἐκδήσασθαι πεῖσμα

    连词 ὥστε 与中动不定词 ἐκδήσασθαι 连用,表结果或目的。πεῖσμα 既可看作不定词的直接宾语(“系上缆绳”),亦可视为充当谓语性同位语(“系作缆绳”);前者 σχοῖνον 指一般的绳子,而 πεῖσμα 则特指用于系泊的系船索。

  3. 2.13.3ἐν ταῖς εὐκαίροις φαινομέναις τῶν ὁδῶν

    部分属格 τῶν ὁδῶν 依赖于实质化的形容词短语 ταῖς εὐκαίροις φαινομέναις,意为“在那些道路中看似合适的地方/小路上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.13.1-2.13.4