← 朗格斯

达夫尼斯与克洛伊

§2.12.1-2.12.5

梅绪姆纳青年的泛舟游玩与海滨狩猎

记叙梅绪姆纳的富家子弟乘船出游散心,在米蒂利尼海岸一带和睦安宁地捕鱼狩猎、消磨时光的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12.1

Νέοι Μηθυμναῖοι πλούσιοι διαθέσθαι τὸν τρυγητὸν ἐν ξενικῇ τέρψει θελήσαντες, ναῦν σμικρὰν καθελκύσαντες καὶ οἰκέτας προσκώπους καθίσαντες, τοὺς Μυτιληναίων ἀγροὺς παρέπλεον, ὅσοι θαλάττης πλησίον.

几位富有的梅绪姆纳年轻人想要在外邦的游乐中度过葡萄收获季,便下了一艘小船,让奴仆们坐上桨位,沿着靠近海边的米蒂利尼人田庄航行。

§2.12.2

Εὐλίμενός τε γὰρ ἡ παραλία καὶ οἰκήσεσιν ἠσκημένη πολυτελῶς, καὶ λουτρὰ συνεχῆ, παράδεισοί τε καὶ ἄλση· τὰ μὲν φύσεως ἔργα, τὰ δ’ ἀνθρώπων τέχνη·

因为那里的海岸多有良港,且点缀着奢华的宅邸,浴场连绵,庭园与林苑交错——有些是自然的造化,有些则是人工的巧技——

§2.12.3

πάντα ἐνηβῆσαι καλά.1 Παραπλέοντες δὲ καὶ ἐνορμιζόμενοι κακὸν μὲν ἐποίουν οὐδέν, τέρψεις δὲ ποικίλας ἐτέρποντο, ποτὲ μὲν ἀγκίστροις καλάμων ἀπηρτημένοις ἐκ λίνου λεπτοῦ2 πετραίους ἰχθῦς ἁλιεύοντες ἐκ πέτρας ἁλιτενοῦς, ποτὲ δὲ κυσὶ καὶ δικτύοις λαγὼς φεύγοντας τὸν ἐν ταῖς ἀμπέλοις θόρυβον λαμβάνοντες· ἤδη δὲ καὶ ὀρνίθων ἄγρας ἐμέλησεν αὐτοῖς, καὶ ἔλαβον βρόχοις χῆνας ἀγρίους καὶ νήττας καὶ ὠτίδας, ὥστε ἡ τέρψις αὐτοῖς καὶ τραπέζης ὠφέλειαν παρεῖχεν. Εἰ δέ τινος προσέδει, παρὰ τῶν ἐν τοῖς ἀγροῖς ἐλάμβανον, περιττοτέρους τῆς ἀξίας ὀβολοὺς καταβάλλοντες.

一切对畅享青春而言皆甚美妙。他们沿岸航行并泊舟靠岸,未曾作恶,而是尽享各种游乐:有时用由细麻线从钓竿上垂下的钓钩,从探入海中的岩石上钓取礁鱼;有时则用猎犬与围网,捕获那些因葡萄园中的喧嚷而逃窜的野兔;不久他们又对捕鸟上了心,用套索捕获了野鹅、野鸭和鸨鸟,以至于这番游乐还为他们的餐桌提供了丰厚的美味。若还需要什么别的,他们便从田间的人那里换取,付出的钱币远超其实际价值。

§2.12.5

Ἔδει δὲ μόνον ἄρτου καὶ οἴνου καὶ στέγης· οὐ γὰρ ἀσφαλὲς ἐδόκει μετοπωρινῆς ὥρας ἐνεστώσης ἐνθαλαττεύειν·3 ὥστε καὶ τὴν ναῦν ἀνεῖλκον ἐπὶ τὴν γῆν νύκτα χειμέριον δεδοικότες.

他们所需要的仅是面包、葡萄酒和宿处,因为正值秋季到来,留在海上过夜似乎并不安全;因此他们也把船拉上了岸,惧怕遭遇暴风骤雨的夜晚。

语法注3 条
  1. 2.12.3ἐνηβῆσαι καλά

    不定词 ἐνηβῆσαι 由 ἐν 与 ἡβάω(在其中畅享青春)复合而成,为不定过去时主动语态,作为限定性不定词(epexegetical infinitive)修饰后面的中性复数形容词 καλά,意为“对于畅享青春而言是极美妙的”。

  2. 2.12.3ἀγκίστροις καλάμων ἀπηρτημένοις ἐκ λίνου λεπτοῦ

    ἀγκίστροις 为表示手段的与格,受完成时被动分词 ἀπηρτημένοις(悬垂的)修饰;καλάμων 为表示所属或来源的属格,修饰 ἀγκίστροις。整句语序略有错置(hyperbaton),含义为“借助由细麻线从钓竿上垂下的钓钩”。

  3. 2.12.5ἐνθαλαττεύειν

    现在时主动不定词 ἐνθαλαττεύειν(留宿海上)作为非人称结构 οὐ γὰρ ἀσφαλὲς ἐδόκει(似乎并不安全)的真正主语。其间插入的独立属格 μετοπωρινῆς ὥρας ἐνεστώσης 表示时间与原因(“鉴于秋令已至”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.12.1-2.12.5