← 朗格斯

达夫尼斯与克洛伊

§1.31.1-1.31.4

达夫尼斯与克洛埃的重逢及多尔孔的葬礼

生还的达夫尼斯与克洛埃重逢并获知事情经过,随后与亲属一同安葬了恩人多尔孔,牛群也对死者表达了哀悼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31.1

Σώζεται μὲν δὴ τοῦτον τὸν τρόπον ὁ Δάφνις, δύο κινδύνους παρʼ ἐλπίδα πᾶσαν διαφυγών, λῃστηρίου καὶ ναυαγίας· ἐξελθὼν δὲ καὶ τὴν Χλόην ἐπὶ τῆς γῆς γελῶσαν ἅμα καὶ δακρύουσαν εὑρὼν ἐμπίπτει τε αὐτῆς τοῖς κόλποις καὶ ἐπυνθάνετο τί βουλομένη συρίσειεν·1

达夫尼斯就这样得救了,出乎所有人的预料,他逃过了两重危难:海盗与海难。他上了岸,发现克洛埃在陆地上边哭边笑,便扑进她的怀抱,询问她是出于何意吹响了牧笛。

§1.31.2

ἡ δὲ αὐτῷ διηγεῖται πάντα· τὸν δρόμον τὸν ἐπὶ τὸν Δόρκωνα, τὸ παίδευμα τῶν βοῶν, πῶς κελευσθείη συρίσαι, καὶ ὅτι τέθνηκε Δόρκων· μόνον αἰδεσθεῖσα τὸ φίλημα οὐκ εἶπεν. Ἔδοξε δὴ τιμῆσαι τὸν εὐεργέτην, καὶ ἐλθόντες μετὰ τῶν προσηκόντων Δόρκωνα θάπτουσι τὸν ἄθλιον.

克洛埃向他讲述了一切:她如何奔向多尔孔,牛群受过的训练,她如何奉命吹笛,以及多尔孔已经死去的事;唯独出于羞怯,她没有提起那个吻。他们决定好好祭奠这位恩人,便与他的亲属一同前去,埋葬了可怜的多尔孔。

§1.31.3

Γῆν μὲν οὖν πολλὴν ἐπένησαν, φυτὰ δὲ ἥμερα πολλὰ ἐφύτευσαν καὶ ἐξήρτησαν αὐτῶν τῶν ἔργων ἀπαρχάς·2 ἀλλὰ καὶ γάλα κατέσπεισαν καὶ βότρυς κατέθλιψαν καὶ σύριγγας πολλὰς κατέκλασαν.

他们在墓上堆起厚厚的泥土,栽种了许多培育的植物,并在这些植物上悬挂了各自劳作的初熟之果;不仅如此,他们还奠洒鲜奶,压榨葡萄,并折断了许多牧笛。

§1.31.4

Ἠκούσθη καὶ τῶν βοῶν ἐλεεινὰ μυκήματα καὶ δρόμοι τινὲς ὤφθησαν ἅμα τοῖς μυκήμασιν ἄτακτοι· καὶ ὡς ἐν ποιμέσιν εἰκάζετο καὶ αἰπόλοις,3 ταῦτα θρῆνος ἦν τῶν βοῶν ἐπὶ βουκόλῳ τετελευτηκότι.

牛群也发出了悲哀的哞叫,伴随着哞叫,还可以看到它们慌乱地四处奔跑;正如牧羊人与牧山羊人所推测的那样,这是牛群对逝去牧牛人的悼念。

语法注3 条
  1. 1.31.1τί βουλομένη συρίσειεν

    间接疑问句中疑问代词 τί 与现在分词 βουλομένη 结合,随历史时态主动词 ἐπυνθάνετο 而采用愿望语气 συρίσειεν,意为“出于何种意图而吹响牧笛”。

  2. 1.31.3ἐξήρτησαν αὐτῶν τῶν ἔργων ἀπαρχάς

    αὐτῶν 既可作为指代前文 φυτὰ ἥμερα 的代词属格,与 ἐξαρτάω 连用表示悬挂的附着物(“在它们[那些树木]上悬挂”),亦可看作修饰 τῶν ἔργων 的强调代词(“他们自身劳作的初熟之果”)。此处依据 ἐξαρτάω τινός τι(在某物上挂某物)的动词支配结构,取前一种解法。

  3. 1.31.4ὡς ἐν ποιμέσιν εἰκάζετο καὶ αἰπόλοις

    介词短语 ἐν ποιμέσιν ... καὶ αἰπόλοις 与被动语态动词 εἰκάζετο 连用,表示推测所出于的人群(“在牧羊人与牧山羊人之间被推测”),ὡς 引出插入性的解释从句(“如……所推测的那样”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.31.1-1.31.4