- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.30.1-1.30.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
多尔孔死后,克洛埃吹响牧笛,牛群跃入海中导致海盗船倾覆。全副武装的海盗尽数沉没,达夫尼斯则抓住两头牛的角渡海获救。
Δόρκων μὲν δὴ τοσαῦτα εἰπὼν καὶ φίλημα φιλήσας ὕστατον ἀφῆκεν ἅμα τῷ φιλήματι τὴν ψυχήν· ἡ δὲ Χλόη λαβοῦσα τὴν σύριγγα καὶ ἐνθεῖσα τοῖς χείλεσιν ἐσύριττεν ὡς ἐδύνατο μέγιστον· καὶ αἱ βόες ἀκούουσι καὶ τὸ μέλος γνωρίζουσι καὶ ὁρμῇ μιᾷ μυκησάμεναι πηδῶσιν εἰς τὴν θάλατταν.
多尔孔说了这许多话,并献上最后一个吻之后,便伴着这一吻断了气。克洛埃拿起牧笛,凑在唇边,竭尽全力吹奏起来。牛群听到了这声音,认出了那首曲调,便齐声哞叫着,一齐跃入海中。
Βιαίου δὲ πηδήματος εἰς ἕνα τοῖχον τῆς νεὼς γενομένου κἀκ τῆς ἐμπτώσεως τῶν βοῶν κοίλης τῆς θαλάττης διαστάσης στρέφεται μὲν ἡ ναῦς καὶ τοῦ κλύδωνος συνιόντος ἀπόλλυται, οἱ δὲ ἐκπίπτουσιν οὐχ ὁμοίαν ἔχοντες ἐλπίδα σωτηρίας.
剧烈的跃冲撞击在船的一侧,海水因牛群的砸入而凹陷裂开,船身随之翻转,并在巨浪合拢时沉没;众人都跌入海中,但各自生还的希望却大不相同。
Οἱ μὲν γὰρ λῃσταὶ τὰς μαχαίρας παρήρτηντο1 καὶ τὰ ἡμιθωράκια τὰ λεπιδωτὰ ἐνεδέδυντο καὶ κνημῖδας εἰς μέσην κνήμην ὑπεδέδεντο· ὁ δὲ Δάφνις ἀνυπόδητος, ὡς ἐν πεδίῳ νέμων, καὶ ἡμίγυμνος, ὡς ἔτι τῆς ὥρας οὔσης καυματώδους. Ἐκείνους μὲν οὖν ἐπʼ ὀλίγον νηξαμένους τὰ ὅπλα κατήνεγκεν εἰς βυθόν· ὁ δὲ Δάφνις τὴν μὲν ἐσθῆτα ῥᾳδίως ἀπεδύσατο, περὶ δὲ τὴν νῆξιν ἔκαμνεν, οἷα πρότερον νηχόμενος ἐν ποταμοῖς μόνοις·
因为海盗们腰悬短剑,身披鱼鳞铠甲,小腿肚上还绑着护胫;而达夫尼斯赤着双脚,正如在原野放牧之人一样,且赤裸着半身,因为时节依然酷热。因此,海盗们勉强游了片刻,便被沉重的武器拖入了海底;达夫尼斯虽然很容易就脱去了衣服,却在游水时倍感吃力,因为他以往只在河流中游过水。
ὕστερον δὲ παρὰ τῆς ἀνάγκης τὸ πρακτέον διδαχθεὶς εἰς μέσας ὥρμησε τὰς βοῦς, καὶ βοῶν δύο κεράτων ταῖς δύο χερσὶ λαβόμενος2 ἐκομίζετο μέσος ἀλύπως καὶ ἀπόνως, ὥσπερ ἐλαύνων ἅμαξαν.
然而随后他在困厄中被教会了该做之事,便冲入牛群之中,双手抓住两头牛的角,处在它们之间,毫不费力也无痛苦地被携带着前行,宛如在驾驭一辆大车。
Νήχεται δὲ ἄρα βοῦς ὅσον οὐδὲ ἄνθρωπος·3 μόνων λείπεται τῶν ἐνύδρων ὀρνίθων καὶ αὐτῶν ἰχθύων· οὐδʼ ἂν ἀπόλοιτο βοῦς νηχόμενος, εἰ μὴ τῶν χηλῶν οἱ ὄνυχες περιπέσοιεν διάβροχοι γενόμενοι. Μαρτυροῦσι τῷ λόγῳ μέχρι νῦν πολλοὶ τόποι τῆς θαλάττης, βοὸς πόροι λεγόμενοι.
原来,牛极善游泳,绝非人力所能及,唯独不及水禽和游鱼本身。游水的牛绝不会溺死,除非蹄壳因浸泡过久而脱落。直到如今,海上的许多被称为“牛渡”的地方,都为这一说法提供了证据。
- 1.30.3τὰς μαχαίρας παρήρτηντο
动词 παρήρτηντο、ἐνεδέδυντο 与 ὑπεδέδεντο 均为过去完成时中动相,后接宾格直接宾语(τὰς μαχαίρας、τὰ ἡμιθωράκια、κνημῖδας)。此处并非被动态,而是表示在自身身上穿戴甲胄与武器的间接中动相用法。
- 1.30.5βοῶν δύο κεράτων ταῖς δύο χερσὶ λαβόμενος
不定过去时中动相分词 λαβόμενος 支配表示身体接触或抓握的属格(βοῶν δύο κεράτων),意为“抓住、攀附”。其句法结构为“用两只手(ταῖς δύο χερσὶ)抓住了两头牛的牛角”。
- 1.30.6ὅσον οὐδὲ ἄνθρωπος
短语 ὅσον οὐδέ 在比较结构中用作习惯性强调表达,意为“绝非人力所能及 / 人类甚至无法与之相比”。οὐδὲ ἄνθρωπος(哪怕是人也无法……)接在表示程度的关系代词 ὅσον 之后,构成了极高级别的对比。
