← 朗格斯

达夫尼斯与克洛伊

§1.32.1-1.32.5

泉边沐浴与达夫尼斯因克洛埃的裸体而生的苦恼

安葬多尔孔后,克洛埃与达夫尼斯在泉边沐浴并返回羊群,但目睹克洛埃裸体后的达夫尼斯却陷入了初次体验到的爱情煎熬之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32.1

Μετὰ δὲ τὸν τοῦ Δόρκωνος τάφον λούει τὸν Δάφνιν ἡ Χλόη πρὸς τὰς Νύμφας ἀγαγοῦσα. Καὶ αὐτὴ τότε πρῶτον Δάφνιδος ὁρῶντος ἐλούσατο τὸ σῶμα λευκὸν καὶ καθαρὸν ὑπὸ κάλλους καὶ οὐδὲν λουτρῶν ἐς κάλλος δεόμενον·

埋葬过多尔孔之后,克洛埃把达夫尼斯带到宁芙们那里为他清洗。她自己也首次在达夫尼斯的注视下清洗了身躯——那身躯白皙,因天生丽质而洁净无瑕,全然不需要通过沐浴来增添美感。

§1.32.2

καὶ ἄνθη συλλέξαντες, ὅσα τῆς ὥρας ἐκείνης, ἐστεφάνωσαν τὰ ἀγάλματα καὶ τὴν τοῦ Δόρκωνος σύριγγα τῆς πέτρας ἐξήρτησαν ἀνάθημα. Καὶ μετὰ τοῦτο ἐλθόντες ἐπεσκόπουν τὰς αἶγας καὶ τὰ πρόβατα.

他们采摘了属于那个季节的所有花朵,给神像戴上花冠,又把多尔孔的牧笛挂在岩石上作为奉献之物。此后,他们走去查看那些山羊和绵羊。

§1.32.3

Τὰ δὲ πάντα κατέκειτο μήτε νεμόμενα μήτε βληχώμενα, ἀλλʼ, οἶμαι, τὸν Δάφνιν καὶ τὴν Χλόην ἀφανεῖς ὄντας ποθοῦντα. Ἐπειδὴ οὖν ὀφθέντες καὶ ἐβόησαν1 τὸ σύνηθες καὶ ἐσύρισαν, τὰ μὲν ποίμνια ἀναστάντα ἐνέμετο, αἱ δὲ αἶγες ἐσκίρτων φριματτόμεναι, καθάπερ ἡδόμεναι σωτηρίᾳ συνήθους αἰπόλου.

所有的牲畜都趴伏着,既不吃草也不啼叫,想必是在思念不知去向的达夫尼斯和克洛埃。因此,当两人现身并发出熟悉的呼唤并吹响牧笛时,羊群便站起身来吃草,山羊也欢跃着喷着鼻息,仿佛在为平素熟悉的牧山羊人平安归来而欢喜。

§1.32.4

Οὐ μὴν ὁ Δάφνις χαίρειν ἔπειθε τὴν ψυχήν,2 ἰδὼν τὴν Χλόην γυμνὴν καὶ τὸ πρότερον λανθάνον κάλλος ἐκκεκαλυμμένον. Ἤλγει τὴν καρδίαν3 ὡς ἐσθιομένην ὑπὸ φαρμάκων, καὶ αὐτῷ τὸ πνεῦμα ποτὲ μὲν λάβρον ἐξέπνει, καθάπερ τινὸς διώκοντος αὐτόν, ποτὲ δὲ ἐξέλειπε, καθάπερ ἐκδαπανηθὲν ἐν ταῖς πρότερον ἐπιδρομαῖς.

然而达夫尼斯却无法劝使自己的心快乐起来,因为他看见了赤裸的克洛埃,以及从前隐匿、如今展露无遗的美丽。他的心隐隐作痛,犹如被毒药侵蚀;他的气息时而猛烈呼出,宛若有人在身后追赶,时而又彻底停歇,好似在先前的袭击中消耗殆尽。

§1.32.5

Ἐδόκει τὸ λουτρὸν εἶναι τῆς θαλάττης φοβερώτερον· ἐνόμιζε τὴν ψυχὴν ἔτι παρὰ τοῖς λῃσταῖς μένειν, οἷα νέος καὶ ἄγροικος καὶ ἔτι ἀγνοῶν τὸ ἔρωτος λῃστήριον.

在他看来,这场沐浴比大海更令人恐惧;他还以为自己的灵魂仍留在那群海盗手里,因为他年少质朴,尚不知晓爱之抢掠。

语法注3 条
  1. 1.32.3Ἐπειδὴ οὖν ὀφθέντες καὶ ἐβόησαν

    在由时间连词 ἐπειδή 引导的从句中,与主语(达夫尼斯和克洛埃)一致的不定过去被动分词 ὀφθέντες(“被看见”)作状语分词,其后的 καί 与后文的 καὶ ἐσύρισαν 呼应(表“既……又……”,或作副词表“也”)并引出主动限定动词 ἐβόησαν。这一结构在同一个从句中紧凑地表现了两人从“被牲畜看见”的被动状态向主动呼唤、吹笛的动作转变。

  2. 1.32.4χαίρειν ἔπειθε τὴν ψυχήν

    未完成过去时 ἔπειθε 在此具有未遂用法(conative imperfect),与否定词 οὐ 连用,表示试图说服自己的心灵快乐却未能成功的内在矛盾与挣扎。χαίρειν 是不定式,充当 ἔπειθε 的补足成分,构成宾格加不定式结构。

  3. 1.32.4Ἤλγει τὴν καρδίαν

    τὴν καρδίαν 是限制宾格(accusative of respect),用于限定不及物动词 ἤλγει(“他感到疼痛”)发生作用的具体部位。随后的 ὡς ἐσθιομένην 在性、数、格上与 καρδίαν 一致,为现在被动分词,配合比喻虚词 ὡς 表达“仿佛正被吞噬”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.32.1-1.32.5