← 朗格斯

达夫尼斯与克洛伊

§1.29.1-1.29.3

垂死的多尔孔托付牧笛与遗言

克洛埃发现多尔孔被海盗打成重伤、濒临死亡;多尔孔将能指挥牛群的牧笛和旋律托付给她,乞求她救出达夫尼斯并在死后悼念自己。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29.1

Ὁ δὲ ἔκειτο πληγαῖς νεανικαῖς1 συγκεκομμένος ὑπὸ τῶν λῃστῶν καὶ ὀλίγον ἐμπνέων, αἵματος πολλοῦ χεομένου. Ἰδὼν δὲ τὴν Χλόην καὶ ὀλίγον ἐκ τοῦ πρότερον ἔρωτος ἐμπύρευμα λαβὼν “ἐγὼ μὲν” εἶπε, “Χλόη, τεθνήξομαι μετʼ ὀλίγον· οἱ γάρ με ἀσεβεῖς λῃσταὶ πρὸ τῶν βοῶν μαχόμενον κατέκοψαν ὡς βοῦν.

然而多尔孔被海盗们沉重的殴打打得奄奄一息,鲜血汩汩流出,只剩微弱的呼吸。他看见克洛埃,心中的昔日旧情又重燃起一点余烬,便说道:“克洛埃,我很快就要死去了;因为那些渎神的强盗在我为护卫牛群而搏斗时,像宰牛一样把我砍倒了。

§1.29.2

Σὺ δὲ καὶ Δάφνιν σῶσον κἀμοὶ τιμώρησον2 κἀκείνους ἀπόλεσον. Ἐπαίδευσα τὰς βοῦς ἤχῳ σύριγγος ἀκολουθεῖν καὶ διώκειν τὸ μέλος αὐτῆς, κἂν νέμωνταί που μακράν. Ἴθι δή, λαβοῦσα τὴν σύριγγα ταύτην ἔμπνευσον αὐτῇ μέλος ἐκεῖνο, ὃ Δάφνιν μὲν ἐγώ ποτε ἐδιδαξάμην, Δάφνις δὲ σέ· τὸ δὲ ἐντεῦθεν τῇ σύριγγι μελήσει καὶ τῶν βοῶν ταῖς ἐκεῖ.3

你要去救达夫尼斯,为我报仇,将他们消灭。我曾训练过那些牛,教它们听从牧笛之声,追随它的曲调,哪怕它们正在远处的某个地方吃草。去吧,拿起这支笛子,吹响我当年教给达夫尼斯、而达夫尼斯又教给你的那个旋律;至于接下来的事,就交给笛子和那边的牛群了。

§1.29.3

Χαρίζομαι δέ σοι καὶ τὴν σύριγγα αὐτήν, ᾗ πολλοὺς ἐρίζων καὶ βουκόλους ἐνίκησα καὶ αἰπόλους. Σὺ δὲ ἀντὶ τῶνδε καὶ ζῶντα ἔτι φίλησον καὶ ἀποθανόντα κλαῦσον· κἂν ἴδῃς ἄλλον νέμοντα τὰς βοῦς, ἐμοῦ μνημόνευσον.”

我也把这支笛子本身赠予你,我曾靠它在竞赛中战胜了许多牛倌和羊倌。作为回报,请趁我尚存一息时吻我一吻,并在我死后为我痛哭一场;倘若日后你看见别人在放牧这些牛,请记着我。”

语法注3 条
  1. 1.29.1πληγαῖς νεανικαῖς

    形容词 νεανικός 从“年轻的”这一本义引申为“强烈的”、“沉重的”或“凶狠的”,在此处修饰殴打/创伤(πληγαῖς)。

  2. 1.29.2κἀμοὶ τιμώρησον

    动词 τιμωρέω 支配与格(ἐμοί),意为“为……复仇、代……雪耻”,与后文支配宾格的 κἀκείνους ἀπόλεσον(消灭他们)形成鲜明对照。

  3. 1.29.2τὸ δὲ ἐντεῦθεν τῇ σύριγγι μελήσει καὶ τῶν βοῶν ταῖς ἐκεῖ

    动词 μέλει(将来时 μελήσει)的人称用法,以主格短语 τὸ δὲ ἐντεῦθεν(接下来的事)为主语,而将工具 τῇ σύριγγι 与带有部分属格 τῶν βοῶν 的与格短语 ταῖς ἐκεῖ(牛群中那边的那些母牛)并列置于与格,以拟人化手法表达“接下来的事就交给笛子和那里的牛群负责了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.29.1-1.29.3