← 朗格斯

达夫尼斯与克洛伊

§1.28.1-1.28.3

海盗劫掠达夫尼斯与克洛埃奔走求援

提尔海盗在秋日登陆洗劫农庄,趁达夫尼斯独处时将其俘获并开船出海。迟到的克洛埃发觉险情,急忙奔向多尔孔求援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28.1

Τοιάσδε τέρψεις αὐτοῖς τὸ θέρος παρεῖχε. Μετοπώρου δὲ ἀκμάζοντος καὶ τοῦ βότρυος1 Τύριοι λῃσταὶ Καρικὴν ἔχοντες ἡμιολίαν, ὡς ἂν μὴ δοκοῖεν βάρβαροι,2 προσέσχον τοῖς ἀγροῖς, καὶ ἐκβάντες σὺν μαχαίραις καὶ ἡμιθωρακίοις κατέσυρον πάντα τὰ εἰς χεῖρας ἐλθόντα, οἶνον ἀνθοσμίαν, πυρὸν ἄφθονον, μέλι ἐν κηρίοις· ἤλασάν τινας καὶ βοῦς ἐκ τῆς Δόρκωνος ἀγέλης.

夏天便带给他们这般的欢悦。然而,到了秋意正浓、葡萄成熟的时节,提尔的海盗们乘着一艘卡里亚式的单层半桨快船靠上了这片田庄,以免显出外邦异族的身分。他们佩着短剑、穿着半身胸甲上岸,凡是落入掌中的东西一律劫掠而去:芳香的葡萄酒、丰足的小麦、带脾的蜂蜜;他们还从多尔孔的牛群中赶走了几头牛。

§1.28.2

Λαμβάνουσι καὶ τὸν Δάφνιν ἀλύοντα παρὰ τὴν θάλατταν· ἡ γὰρ Χλόη βραδύτερον ὡς κόρη τὰ πρόβατα ἐξῆγε τοῦ Δρύαντος, φόβῳ τῶν ἀγερώχων ποιμένων. Ἰδόντες δὲ μειράκιον μέγα καὶ καλὸν καὶ κρεῖττον τῆς ἐξ ἀγρῶν ἁρπαγῆς, μηκέτι μηδὲν μήτε ἐς τὰς αἶγας μήτε ἐς τοὺς ἄλλους ἀγροὺς περιεργασάμενοι κατῆγον αὐτὸν ἐπὶ τὴν ναῦν κλάοντα καὶ ἠπορημένον καὶ μέγα Χλόην καλοῦντα.

他们还抓住了在海边徘徊的达夫尼斯;因为克洛埃毕竟是个姑娘,又害怕那些粗暴无礼的牧羊人,所以放出德律阿斯的羊群时迟延了些。海盗们见他身材魁梧而俊美,远胜于田地里的劫掠之物,便不再打那些山羊或其余田地的主意,将又哭又急、大声呼唤克洛埃的他押往船上。

§1.28.3

Καὶ οἱ μὲν τὸ πεῖσμα ἄρτι ἀπολύσαντες καὶ τὰς κώπας ταῖς χερσὶν ἐμβαλόντες ἀνέπλεον εἰς τὸ πέλαγος· Χλόη δὲ κατήλαυνε τὸ ποίμνιον, σύριγγα καινὴν τῷ Δάφνιδι δῶρον κομίζουσα. Ἰδοῦσα δὲ τὰς αἶγας τεταραγμένας καὶ ἀκούσασα τοῦ Δάφνιδος ἀεὶ μεῖζον αὐτὴν βοῶντος, προβάτων μὲν ἀμελεῖ καὶ τὴν σύριγγα ῥίπτει, δρόμῳ δὲ πρὸς τὸν Δόρκωνα παραγίνεται δεησομένη βοηθεῖν3

正当他们刚刚解开缆绳、双手把桨划向深海之时,克洛埃赶着羊群下山来了,手里还带着一管新的牧笛要送给达夫尼斯当作礼物。但她一见到山羊惊慌失措,又听见达夫尼斯呼唤她的声音越来越响,便顾不得羊群,扔下牧笛,飞奔到多尔孔那里去请求援救。

语法注3 条
  1. 1.28.1Μετοπώρου δὲ ἀκμάζοντος καὶ τοῦ βότρυος

    属格独立结构。单数分词 ἀκμάζοντος 作为共同谓语,兼顾了 Μετοπώρου(秋天)以及由 καί 连接的 τοῦ βότρυος(葡萄),表达季节正盛且果实成熟。

  2. 1.28.1ὡς ἂν μὴ δοκοῖεν βάρβαροι

    由 ὡς ἄν 引导并接希求法(δοκοῖεν)的目的从句。在历史时态的语境中,表示海盗借由卡里亚式船只以图隐藏其异族/海盗身分的意图。

  3. 1.28.3δεησομένη βοηθεῖν

    将来时分词 δεησομένη 与位移动词 παραγίνεται 连用,表示动作的目的(“去请求”)。不定式 βοηθεῖν 充当 δεησομένη 的补足语(“相助”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.28.1-1.28.3