- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.27.1-1.27.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克洛埃询问林鸽鸣叫的寓意,达夫尼斯便讲述了一位少女因赛歌落败、失去牛群并最终化身为鸟的传说。
Ἔτερψεν αὐτοὺς τότε φάττα βουκολικὸν1 ἐκ τῆς ὕλης φθεγξαμένη. Καὶ τῆς Χλόης ζητούσης μαθεῖν ὅ τι λέγει, διδάσκει αὐτὴν ὁ Δάφνις μυθολογῶν τὰ θρυλούμενα.
这时,林中传来一只林鸽牧歌般的啼鸣,使他们满心欢悦。由于克洛埃想知道它在诉说着什么,达夫尼斯便讲述起那段流传已久的传说来教导她。
“Ἦν οὕτω, παρθένε, παρθένος καλὴ καὶ ἔνεμε βοῦς πολλὰς ἐν ὕλῃ· ἦν δὲ ἄρα καὶ ᾠδικὴ καὶ ἐτέρποντο αἱ βόες αὐτῆς τῇ μουσικῇ, καὶ ἔνεμεν οὔτε καλαύροπος πληγῇ οὔτε κέντρου προσβολῇ, ἀλλὰ καθίσασα ὑπὸ πίτυν καὶ στεφανωσαμένη πίτυϊ ᾖδε Πᾶνα καὶ τὴν Πίτυν,2 καὶ αἱ βόες τῇ φωνῇ παρέμενον.
“很久以前,姑娘,有一位美丽的少女,在林中放牧着许多牛。她十分擅长歌唱,牛群也陶醉于她的乐声之中;她放牧时既不用牧杖抽打,也不用刺棒驱赶,而是坐在松树下,头戴松枝编成的花冠,歌唱潘神与皮提斯,牛群便循着她的歌声留在身旁。
Παῖς οὐ μακρὰν νέμων βοῦς, καὶ αὐτὸς καλὸς καὶ ᾠδικὸς ὡς ἡ παρθένος, φιλονεικήσας πρὸς τὴν μελῳδίαν, μείζονα ὡς ἀνήρ, ἡδίονα ὡς παῖς φωνὴν ἀντεπεδείξατο, καὶ τῶν βοῶν ὀκτὼ τὰς ἀρίστας3 ἐς τὴν ἰδίαν ἀγέλην θέλξας ἀπεβουκόλησεν.
然而,在不远处放牛的一个少年,自己也如那少女一般俊美且擅长歌唱,他决意在歌声上一争高下,展现出作为男子更洪亮、作为少年更甜美的嗓音,将牛群中最优秀的八头牛迷住,诱拐进了自己的牛群。
Ἄχθεται ἡ παρθένος τῇ βλάβῃ τῆς ἀγέλης, τῇ ἥττῃ τῆς ᾠδῆς, καὶ εὔχεται τοῖς θεοῖς ὄρνις γενέσθαι πρὶν οἴκαδε ἀφικέσθαι. Πείθονται οἱ θεοὶ καὶ ποιοῦσι τήνδε τὴν ὄρνιν, ὄρειον ὡς παρθένον, μουσικὴν ὡς ἐκείνην. Καὶ ἔτι νῦν ᾄδουσα μηνύει τὴν συμφοράν, ὅτι βοῦς ζητεῖ πεπλανημένας.”4
少女因牛群的损失与歌唱的落败而痛苦万分,向诸神祈求在回家之前化身为鸟。诸神应允了她,把她变成了这只鸟——正如少女曾生活在山中一样,它也是山间的鸟;正如少女那般,它同样擅长歌声。直到今天,它仍在鸣唱中诉说着自己的不幸,说它正在寻觅走失的牛群。”
- 1.27.1βουκολικὸν
形容词的中性单数宾格作同族/副词性宾格修饰分词 φθεγξαμένη,意为“发出牧歌般的叫声”。
- 1.27.2ᾖδε Πᾶνα καὶ τὴν Πίτυν
动词 ᾄδω(歌唱)直接以宾格接歌唱的主题/对象,意为“歌唱潘与皮提斯”。
- 1.27.3τῶν βοῶν ὀκτὼ τὰς ἀρίστας
τῶν βοῶν 为部分属格,修饰 ὀκτὼ τὰς ἀρίστας(最优秀的八头),结构为“牛群中最优秀的八头”。
- 1.27.4μηνύει τὴν συμφοράν, ὅτι βοῦς ζητεῖ πεπλανημένας
ὅτι 引导的从句用作同位语/解释性从句,说明 τὴν συμφοράν 的具体内容(“其不幸,即她正在寻找走失的牛群”),亦可理解为表达鸣叫内容的间接引语。
