← 朗格斯

达夫尼斯与克洛伊

§1.26.1-1.26.3

落在克洛埃怀中的蝉与达夫尼斯伸手相救

达夫尼斯自语时,一只被燕子追逐的蝉落入沉睡的克洛埃怀中将她惊醒,达夫尼斯借机伸手入怀将蝉取出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26.1

Ἐν τοιούτοις ὄντος αὐτοῦ λόγοις τέττιξ φεύγων χελιδόνα θηρᾶσαι θέλουσαν κατέπεσεν εἰς τὸν κόλπον τῆς Χλόης· καὶ ἡ χελιδὼν ἑπομένη τὸν μὲν οὐκ ἠδυνήθη λαβεῖν, ταῖς δὲ πτέρυξιν ἐγγὺς διὰ τὴν δίωξιν γενομένη τῶν παρειῶν αὐτῆς ἥψατο.

正当他说着这番话时,一只蝉为了逃避企图捕食它的燕子,落入了克洛埃的怀中;紧随其后的燕子未能抓到它,却因追扑而贴近过来,双翼拂到了她的脸颊。

§1.26.2

Ἡ δὲ οὐκ εἰδυῖα τὸ πραχθὲν μέγα βοήσασα τῶν ὕπνων ἐξέθορεν. Ἰδοῦσα δὲ καὶ τὴν χελιδόνα ἔτι πλησίον πετομένην καὶ τὸν Δάφνιν ἐπὶ τῷ δέει γελῶντα τοῦ φόβου μὲν ἐπαύσατο, τοὺς δὲ ὀφθαλμοὺς ἀπέματτεν ἔτι καθεύδειν θέλοντας.

她不知发生了何事,发出一声大叫,从睡梦中惊跳而起。但见燕子还在附近飞舞,达夫尼斯又对着她的惊恐模样发笑,她便不再害怕,只是揉着仍想合拢安睡的双眼。

§1.26.3

Καὶ ὁ τέττιξ ἐκ τῶν κόλπων ἐπήχησεν ὅμοιον ἱκέτῃ1 χάριν ὁμολογοῦντι τῆς σωτηρίας. Πάλιν οὖν ἡ Χλόη μέγα ἐβόησεν, ὁ δὲ Δάφνις ἐγέλασε· καὶ προφάσεως λαβόμενος2 καθῆκεν αὐτῆς εἰς τὰ στέρνα τὰς χεῖρας καὶ ἐξάγει τὸν βέλτιστον τέττιγα, μηδὲ ἐν τῇ δεξιᾷ σιωπῶντα. Ἡ δὲ ἥδετο ἰδοῦσα καὶ ἐφίλησε λαβοῦσα καὶ αὖθις ἐνέβαλε τῷ κόλπῳ λαλοῦντα.

这时,蝉在她的胸口发出了鸣叫,宛如一个正在为得救而表达感激的恳求者。于是克洛埃再次失声大叫,达夫尼斯笑了;他借机把双手探入她的怀中,掏出了那只可爱的蝉——即使握在他的右手掌心里,它也毫不安静。克洛埃见到它满心欢喜,接过来吻了吻,又把仍在鸣叫的蝉放回了自己的怀里。

语法注2 条
  1. 1.26.3ὅμοιον ἱκέτῃ

    ὅμοιον 作副词性宾格使用,意为“如同/宛如”。其后接的与格 ἱκέτῃ 由 ὅμοιον 支配,分词短语 χάριν ὁμολογοῦντι 则修饰 ἱκέτῃ。

  2. 1.26.3προφάσεως λαβόμενος

    中动语态动词 λαμβάνομαι 支配 πρόφασις 属格的惯用句式,意为“抓住借口/抓住契机”。此处指达夫尼斯以捉蝉为借口,趁机抚触克洛埃的胸口。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.26.1-1.26.3