- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.17.1-1.17.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克洛埃亲吻了达夫尼斯,落败的多尔孔黯然离去。达夫尼斯因这一吻而经历心悸与发颤,首次惊觉克洛埃之美,随即陷入茶饭不思、神情恍惚的情热折磨之中。
Οὐκέθʼ ἡ Χλόη περιέμεινεν, ἀλλὰ τὰ μὲν ἡσθεῖσα τῷ ἐγκωμίῳ, τὰ δὲ πάλαι ποθοῦσα φιλῆσαι Δάφνιν, ἀναπηδήσασα αὐτὸν ἐφίλησεν, ἀδίδακτον μὲν καὶ ἄτεχνον, πάνυ δὲ ψυχὴν θερμᾶναι δυνάμενον.1
克洛埃再也按捺不住,一方面因赞辞而欣喜,另一方面早就渴望亲吻达夫尼斯,便跳起身来吻了他——这吻虽未受过教导且毫无技巧,却极能温暖灵魂。
Δόρκων μὲν οὖν ἀλγήσας ἀπέδραμε ζητῶν ἄλλην ὁδὸν ἔρωτος· Δάφνις δέ, ὥσπερ οὐ φιληθείς, ἀλλὰ δηχθείς, σκυθρωπός τις εὐθὺς ἦν καὶ πολλάκις ἐψύχετο καὶ τὴν καρδίαν παλλομένην εἶχε, καὶ βλέπειν μὲν ἤθελε τὴν Χλόην, βλέπων δʼ ἐρυθήματος ἐνεπίμπλατο.
于是多尔孔痛苦地跑开了,寻找另一条通向爱情的道路;而达夫尼斯却好像不是被亲吻,而是被咬了一口似的,顿时面带愁容,屡屡感到一阵阵发冷,心跳剧烈;他固然渴望看着克洛埃,可一看她又满面通红。
Τότε πρῶτον καὶ τὴν κόμην αὐτῆς ἐθαύμασεν ὅτι ξανθή,2 καὶ τοὺς ὀφθαλμοὺς ὅτι μεγάλοι καθάπερ βοός, καὶ τὸ πρόσωπον ὅτι λευκότερον ἀληθῶς καὶ τοῦ τῶν αἰγῶν γάλακτος, ὥσπερ τότε πρῶτον ὀφθαλμοὺς κτησάμενος, τὸν δὲ πρότερον χρόνον πεπηρωμένος.
这时,他第一次赞叹她的头发是金黄色的,眼睛像牛眼一般硕大,面庞真正比山羊奶还要洁白,就好像直到这时他才获得了眼睛,而在从前一直是个盲人似的。
Οὔτε οὖν τροφὴν προσεφέρετο πλὴν ὅσον ἀπογεύσασθαι· καὶ πότον, εἴ ποτε ἐβιάσθη, μέχρι τοῦ διαβρέξαι τὸ στόμα προσεφέρετο. Σιωπηλὸς ἦν ὁ πρότερον τῶν ἀκρίδων λαλίστερος, ἀργὸς ὁ περιττότερα τῶν αἰγῶν κινούμενος. Ἠμέλητο ἡ ἀγέλη· ἔρριπτο ἡ σύριγξ· χλωρότερον τὸ πρόσωπον ἦν πόας θερινῆς. Πρὸς μόνην Χλόην ἐγίνετο λάλος· καὶ εἴ ποτε ἀπʼ αὐτῆς ἐγένετο, τοιαῦτα πρὸς αὑτὸν ἀπελήρει
因此,他除了仅仅尝一口之外不再进食;至于饮水,哪怕被强逼着喝,也只饮到沾湿嘴唇为止。以前比蚱蜢还要多话的人如今陷入了沉默,动作比山羊还要敏捷的人如今变得迟钝。羊群已被弃置不顾,排箫已被抛在一旁,脸色比夏日的草还要青白。唯独面对克洛埃他才变得健谈;而一旦离开了她,他便向自己喃喃自语着这般胡话。
- 1.17.1ἀδίδακτον μὲν καὶ ἄτεχνον, πάνυ δὲ ψυχὴν θερμᾶναι δυνάμενον
中性单数宾格形容词短语及分词短语。此处修饰动词 ἐφίλησεν 所省略的同源宾语(如 φίλημα,“吻”),描绘这一亲吻本身的特质;而句中前面的阳性宾格代词 αὐτόν 指代受吻的对象(达夫尼斯)。
- 1.17.3τὴν κόμην αὐτῆς ἐθαύμασεν ὅτι ξανθή
提前结构(prolepsis)。从属句(ὅτι 从句)中的主语(ἡ κόμη)被提前作为主句动词 ἐθαύμασεν 的直接宾语(宾格 τὴν κόμην)。后续的 τοὺς ὀφθαλμοὺς ὅτι μεγάλοι 和 τὸ πρόσωπον ὅτι λευκότερον 均保持了这一平行的修辞构词。
