← 朗格斯

达夫尼斯与克洛伊

§1.16.1-1.16.5

多尔孔与达芙妮斯在选美中的辩论

多尔孔夸耀自己的体格、出身与职业,贬低达芙妮斯卑贱贫穷;达芙妮斯则援引神话例证维护自己的年轻与容貌,并反唇相讥嘲讽多尔孔的丑陋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.1

“Ἐγώ, παρθένε, μείζων εἰμὶ Δάφνιδος, κἀγὼ μὲν βουκόλος, ὁ δʼ αἰπόλος· τοσοῦτον κρείττων ὅσον αἰγῶν βόες·1 καὶ λευκός εἰμι ὡς γάλα, καὶ πυρρὸς ὡς θέρος μέλλον ἀμᾶσθαι, καὶ ἔθρεψε μήτηρ, οὐ θηρίον.

“少女啊,我比达芙妮斯更高大,我是牧牛人,而他只是牧羊人——牛比山羊好多少,我就比他强多少。我像牛奶一样白皙,像将熟待割的夏麦一样红润,而且哺育我的是母亲,并非野兽。

§1.16.2

Οὗτος δέ ἐστι σμικρὸς καὶ ἀγένειος ὡς γυνή, καὶ μέλας ὡς λύκος· νέμει δὲ τράγους, ὀδωδὼς ἀπʼ αὐτῶν δεινόν,2 καὶ ἔστι πένης ὡς μηδὲ κύνα τρέφειν. Εἰ δʼ, ὡς λέγουσι, καὶ αἲξ αὐτῷ γάλα δέδωκεν, οὐδὲν ἐρίφου διαφέρει.”

而他身材矮小,像妇人一样不长胡须,又像狼一样黝黑。他放牧公山羊,身上散发着它们难闻的恶臭,贫穷得连一条狗都养不起。要是真如人们所言是一只母山羊给他喂了奶,那他和一只小羊羔又有什么分别呢。”

§1.16.3

Ταῦτα καὶ τοιαῦτα ὁ Δόρκων· καὶ μετὰ ταῦτα ὁ Δάφνις “Ἐμὲ αἲξ ἀνέθρεψεν ὥσπερ τὸν Δία· νέμω δὲ τράγους τῶν τούτου βοῶν μείζονας· ὄζω δὲ οὐδὲν ἀπʼ αὐτῶν, ὅτι μηδὲ ὁ Πάν, καίτοιγε ὢν τὸ πλέον τράγος.

多尔孔说了这番话与类似的话。在这之后,达芙妮斯说道:“哺育我的是一只母山羊,就如同哺育宙斯一样。我放牧的公山羊比这家伙的牛还要高大;我身上也没有半点来自它们的气味,因为潘神身上就没有,尽管他的大半个身子是只公山羊。

§1.16.4

Ἀρκεῖ δέ μοι τυρὸς καὶ ἄρτος ὀβελίας καὶ οἶνος λευκός, ὅσα ἀγροίκων πλουσίων κτήματα.3 Ἀγένειός εἰμι, καὶ γὰρ ὁ Διόνυσος· μέλας, καὶ γὰρ ὁ ὑάκινθος· ἀλλὰ κρείττων καὶ ὁ Διόνυσος Σατύρων καὶ ὁ ὑάκινθος κρίνων.

只要有乳酪、铁签烤的面包和白葡萄酒,我就满足了,这些可都是富裕农人的产业。我不长胡须,因为狄俄尼索斯也是如此;我肤色偏黑,因为风信子花也是如此;然而狄俄尼索斯胜过萨堤洛斯们,风信子花也胜过白百合。

§1.16.5

Οὗτος δὲ καὶ πυρρὸς ὡς ἀλώπηξ καὶ προγένειος ὡς τράγος καὶ λευκὸς ὡς ἐξ ἄστεος γυνή· κἂν δέῃ σε φιλεῖν,4 ἐμοῦ μὲν φιλήσεις τὸ στόμα, τούτου δὲ τὰς ἐπὶ τοῦ γενείου τρίχας. Μέμνησο δέ, ὦ παρθένε, ὅτι καὶ σὲ ποίμνιον ἔθρεψεν, ἀλλὰ καὶ ὣς5 εἶ καλή.”

但这家伙毛发如狐狸般发红,胡子像公山羊一样向前突出,脸色又像城里女人一般苍白。即使你必须献出亲吻,亲我也只会亲在嘴唇上,亲他却只能亲在他下巴的胡茬上。少女啊,你须记住,你也是羊群哺育的,但即便如此,你依然美丽动人。”

语法注5 条
  1. 1.16.1τοσοῦτον κρείττων ὅσον αἰγῶν βόες

    使用表示程度的关联宾格副词(τοσοῦτον ... ὅσον)构成的比较句式。后半句中省略了比较级表语 κρείττονες 与系动词 εἰσίν,αἰγῶν 作比较属格(“正如牛胜过山羊一样,我也胜过他那么多”)。

  2. 1.16.2ὀδωδὼς ἀπʼ αὐτῶν δεινόν

    δεινόν 在此与 ὄζω 的完成时分词 ὀδωδώς 连用,作内生(同源)宾格或副词性宾格,意为“发出难闻/可怕的恶臭”。介词短语 ἀπʼ αὐτῶν 表示气味的来源(山羊群)。

  3. 1.16.4ὅσα ἀγροίκων πλουσίων κτήματα

    对前文所列三项事物(乳酪、烤面包、葡萄酒)作同位语性质的关系分句。中性复数关系代词 ὅσα 带有强调或赞叹语气(“这些全都是……”),概括前述事物并与表语名词 κτήματα 结合。

  4. 1.16.5κἂν δέῃ σε φιλεῖν

    κἂν 为 καὶ ἐάν(或 καὶ ἄν)的合音,引导让步虚拟语气从句(“即使你必须亲吻”)。无人称动词 δέῃ 后接带不定式短语的宾格构式(σε φιλεῖν)。

  5. 1.16.5ἀλλὰ καὶ ὣς

    ὣς(原为带锐音符的 ὥς)是指示副词 οὕτως(如此、这样)的古朴/诗化形式。与连词 ἀλλά 及表强调的 καί 连用,构成习语,意为“即便如此依然”、“然而依然”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.16.1-1.16.5