← 朗格斯

达夫尼斯与克洛伊

§1.18.1-1.18.3

达夫尼斯为未知的相思之苦所发出的独白

在得到克洛埃的吻之后,达夫尼斯被从未经历过的悸动与虚弱所困扰,自言自语地为发生在自己身上的不可思议的异样而苦恼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.1

“Τί ποτέ με Χλόης ἐργάζεται φίλημα;1 Χείλη μὲν ῥόδων ἁπαλώτερα καὶ στόμα κηρίων γλυκύτερον· τὸ δὲ φίλημα κέντρου μελίττης πικρότερον. Πολλάκις ἐφίλησα ἐρίφους, πολλάκις ἐφίλησα σκύλακας ἀρτιγεννήτους καὶ τὸν μόσχον, ὃν ὁ Δόρκων ἐδωρήσατο· ἀλλὰ τοῦτο φίλημα καινόν· ἐκπηδᾷ μου τὸ πνεῦμα, ἐξάλλεται ἡ καρδία, τήκεται ἡ ψυχή, καὶ ὅμως πάλιν φιλῆσαι θέλω.

“克洛埃的吻究竟对我做了什么?双唇比玫瑰还要柔嫩,口儿比蜂巢还要甘甜;可这吻却比蜂针还要刺痛。我曾多次亲吻小山羊,多次亲吻刚出生的小狗,以及多尔孔所赠的那头牛犊;但这吻却非同寻常。我的气息向外跃出,我的心脏猛烈跳动,我的灵魂在融化,可我依然想要再次亲吻她。

§1.18.2

Ὢ νίκης κακῆς· ὢ νόσου καινῆς,2 ἧς οὐδὲ εἰπεῖν οἶδα τοὔνομα. Ἆρα φαρμάκων ἐγεύσατο ἡ Χλόη μέλλουσά με φιλεῖν; Πῶς οὖν οὐκ ἀπέθανεν; Οἷον ᾄδουσιν αἱ ἀηδόνες, ἡ δὲ ἐμὴ σύριγξ σιωπᾷ· οἷον σκιρτῶσιν οἱ ἔριφοι, κἀγὼ κάθημαι· οἷον ἀκμάζει τὰ ἄνθη, κἀγὼ στεφάνους οὐ πλέκω, ἀλλὰ τὰ μὲν ἴα καὶ ὁ ὑάκινθος ἀνθεῖ, Δάφνις δὲ μαραίνεται.

啊,这可悲的胜利!啊,这闻所未闻的病痛,我甚至不知该如何说出它的名字!难道克洛埃将要吻我时尝了毒药吗?那她为何没有死去?看夜莺唱得多欢,我的排箫却悄无声息;看小山羊跳得多欢,我却呆坐一旁;看花朵盛开得多么茂盛,我却不去编织花环;相反,紫罗兰与风信子正在怒放,达夫尼斯却在枯萎。

§1.18.3

Ἆρά μου καὶ Δόρκων εὐμορφότερος ὀφθήσεται;”3 Τοιαῦτα ὁ βέλτιστος Δάφνις ἔπασχε καὶ ἔλεγεν, οἷα πρῶτον γευόμενος τῶν ἔρωτος ἔργων καὶ λόγων.

难道连多尔孔看起来都会比我更英俊吗?”善良的达夫尼斯忍受并倾吐着这番情思,宛如一个初次品尝爱的行为与言辞的人。

语法注3 条
  1. 1.18.1Τί ποτέ με Χλόης ἐργάζεται φίλημα;

    动词 ἐργάζεται 接双宾格:表示受影响的人的 με 和表示动作内容的疑问代词 τί,意为“克洛埃的吻究竟对我做了什么?”。

  2. 1.18.2Ὢ νίκης κακῆς· ὢ νόσου καινῆς

    由叹词 ὤ 引导的感叹属格(νίκης κακῆς 与 νόσου καινῆς),表达了达夫尼斯对那场带来痛苦折磨的比美胜利和奇异病症的悲叹。

  3. 1.18.3Ἆρά μου καὶ Δόρκων εὐμορφότερος ὀφθήσεται;

    人称代词属格 μου 作比较级形容词 εὐμορφότερος 的比较属格,意为“难道连多尔孔看起来都会比我更英俊吗?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.18.1-1.18.3