- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.15.1-1.15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
牧牛人多尔孔爱上了克洛埃,送礼求爱,而克洛埃却单纯地将礼物转赠给达芙妮斯。最终,多尔孔与达芙妮斯以克洛埃的一吻为奖赏展开了俊美之争。
Τοιαῦτα ἔπασχε, τοιαῦτα ἔλεγεν, ἐπιζητοῦσα τὸ ἔρωτος ὄνομα. Δόρκων δὲ ὁ βουκόλος, ὁ τὸν Δάφνιν ἐκ τοῦ σιροῦ ἀνιμησάμενος, ἀρτιγένειος μειρακίσκος καὶ εἰδὼς ἔρωτος καὶ τὰ ἔργα καὶ τοὔνομα, εὐθὺς μὲν ἐπʼ ἐκείνης τῆς ἡμέρας ἐρωτικῶς τῆς Χλόης διετέθη,1 πλειόνων δὲ διαγενομένων μᾶλλον τὴν ψυχὴν ἐξεπυρσεύθη καὶ τοῦ Δάφνιδος ὡς παιδὸς καταφρονήσας ἔγνω κατεργάσασθαι δώροις ἢ βίᾳ.
她承受着这般的煎熬,诉说着这样的话语,追寻着“爱”这个名字。而那个曾将达芙妮斯从坑中拉上来的牧牛人多尔孔,是一个刚蓄起胡须的青年,深知爱的行径与名字;就在那一天,他便立刻对克洛埃萌生了爱慕之意。随着日子的推移,他的内心越发如火燃烧,他把达芙妮斯视为孩童而轻视他,决意要靠礼物或强力来得手。
Τὰ μὲν δὴ πρῶτα δῶρα αὐτοῖς ἐκόμισε τῷ μὲν σύριγγα βουκολικὴν καλάμων ἐννέα χαλκῷ δεδεμένων ἀντὶ κηροῦ, τῇ δὲ νεβρίδα2 βακχικήν· καὶ αὐτῇ τὸ χρῶμα ἦν ὥσπερ γεγραμμένον χρώμασιν.
最初他给他们带来的礼物,是给前者一具用青铜而非蜂蜡绑结的九管牧笛,给后者一张巴克科斯风格的小鹿皮;那皮的色泽宛若用颜料画成的一般。
Ἐντεῦθεν δὲ φίλος νομιζόμενος τοῦ μὲν Δάφνιδος ἠμέλει κατʼ ὀλίγον, τῇ Χλόῃ δὲ ἀνὰ πᾶσαν ἡμέραν ἐπέφερεν ἢ τυρὸν ἁπαλὸν ἢ στέφανον ἀνθηρὸν ἢ μῆλον ὡραῖον· ἐκόμισε δέ ποτε αὐτῇ καὶ μόσχον ἀρτιγέννητον καὶ κισσύβιον διάχρυσον καὶ ὀρνίθων ὀρείων νεοττούς. Ἡ δὲ ἄπειρος οὖσα τέχνης ἐραστοῦ, λαμβάνουσα τὰ δῶρα ἔχαιρεν, ὅτι Δάφνιδι εἶχεν αὐτὰ χαρίζεσθαι.
从此之后,他被视作朋友,便渐渐冷落了达芙妮斯,每天给克洛埃送去新鲜软嫩的乳酪、鲜花花冠或熟透的苹果;有一次他甚至给她带来了一头初生的小牛犊、一只镶金的木杯和几只山鸟的雏鸟。但她不懂求爱者的心计,收下这些礼物时满心欢喜,因为她可以把它们转赠给达芙妮斯。
Καὶ (ἔδει γὰρ ἤδη καὶ Δάφνιν γνῶναι τὰ ἔρωτος ἔργα) γίνεταί ποτε τῷ Δόρκωνι πρὸς αὐτὸν ὑπὲρ κάλλους ἔρις, καὶ ἐδίκαζε μὲν Χλόη, ἔκειτο δὲ ἆθλον τῷ νικήσαντι φιλῆσαι Χλόην.3 Δόρκων δὲ πρότερος ὧδε ἔλεγεν.
后来(因为此时达芙妮斯也该领会爱的行径了),有一次多尔孔与达芙妮斯之间起了一场关于谁更俊美的争执;克洛埃充当裁判,而获胜者的奖赏定为亲吻克洛埃。多尔孔率先这样说道。
- 1.15.1ἐρωτικῶς τῆς Χλόης διετέθη
动词 διατίθημι 的被动态(中动态)与副词搭配,表示“处于某种心境或状态”,其情感对象由属格 τῆς Χλόης 表示,意为“对克洛埃萌生了爱慕之意”。
- 1.15.2αὐτοῖς ἐκόμισε τῷ μὲν σύριγγα... τῇ δὲ νεβρίδα
与格的“整体与部分”同位结构:先出表示总体的与格 αὐτοῖς(给他们二人),随后通过 τῷ μέν(给前者达芙妮斯)和 τῇ δέ(给后者克洛埃)进行分配叙述。
- 1.15.4ἔκειτο δὲ ἆθλον τῷ νικήσαντι φιλῆσαι Χλόην
动词 ἔκειτο(被设立/被定下)以不定式短语 φιλῆσαι Χλόην(亲吻克洛埃)作主语,ἆθλον 为补足语名词,与格分词 τῷ νικήσαντι 表示获益者:“亲吻克洛埃被定为获胜者的奖赏”。
