- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.14.1-1.14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克洛埃独自倾诉自己无伤无故却身心备受煎熬的奇异痛苦,表达了对达芙妮斯的深切渴望,并向宁芙们呼救。
“Νῦν ἐγὼ νοσῶ μέν, τί δὲ ἡ νόσος ἀγνοῶ· ἀλγῶ, καὶ ἕλκος οὐκ ἔστι μοι· λυποῦμαι, καὶ οὐδὲν τῶν προβάτων ἀπόλωλέ μοι· κάομαι, καὶ ἐν σκιᾷ τοσαύτῃ κάθημαι.
“如今我病了,却不知这病是什么;我感到痛楚,身上却没有伤口;我满心哀伤,羊群却一只也未曾走失;我浑身如火灼烧,却坐在这般浓密的阴凉里。
Πόσοι βάτοι με ἤμυξαν, καὶ οὐκ ἔκλαυσα· πόσαι μέλιτται κέντρον ἐνῆκαν, ἀλλὰ ἔφαγον· τουτὶ δὲ τὸ νύττον μου τὴν καρδίαν1 πάντων ἐκείνων πικρότερον. Καλὸς ὁ Δάφνις, καὶ γὰρ τὰ ἄνθη· καλὸν ἡ σύριγξ αὐτοῦ φθέγγεται, καὶ γὰρ αἱ ἀηδόνες. Ἀλλʼ ἐκείνων οὐδείς μοι λόγος. Εἴθε αὐτοῦ σύριγξ ἐγενόμην, ἵνʼ ἐμπνέῃ μοι·2 εἴθε αἴξ, ἵνʼ ὑπʼ ἐκείνου νέμωμαι. Ὦ πονηρὸν ὕδωρ, μόνον Δάφνιν καλὸν ἐποίησας, ἐγὼ δὲ μάτην ἀπελουσάμην. Οἴχομαι, Νύμφαι φίλαι· οὐδὲ ὑμεῖς σώζετε3 τὴν παρθένον τὴν ἐν ὑμῖν τραφεῖσαν; Τίς ὑμᾶς στεφανώσει μετʼ ἐμέ;
多少荆棘划伤了我,我都没有哭泣;多少只蜜蜂用刺蛰了我,但我依然照样吃下食物;然而这刺痛着我心灵的东西,却比所有那些都更为痛苦。达芙妮斯是俊美的,可花儿也同样美丽;他的排箫声动听,可夜莺也同样婉转。然而我对那些都不屑一顾。但愿我能变成他的排箫,好让他朝我吹气;但愿我是一只山羊,好由他来放牧!哦,可恶的水啊,你单单让达芙妮斯变得俊美,我却白白沐浴了一场。我要死去了,亲爱的宁芙们!难道连你们也不肯拯救在你们中间被抚养长大的少女吗?在我之后,谁来为你们戴上花冠呢?
τίς τοὺς ἀθλίους ἄρνας ἀναθρέψει; τίς τὴν λάλον ἀκρίδα θεραπεύσει, ἣν πολλὰ καμοῦσα ἐθήρασα, ἵνα με κατακοιμίζῃ φθεγγομένη πρὸ τοῦ ἄντρου; νῦν δὲ ἐγὼ μὲν ἀγρυπνῶ διὰ Δάφνιν, ἡ δὲ μάτην λαλεῖ.”
谁来照料那些可怜的羔羊?谁来照料那只聒噪的纺织娘——我花了多少辛劳才捕到它,好让它在洞穴前鸣叫着哄我入睡?可如今我为了达芙妮斯彻夜不眠,它却在徒然鸣叫。”
- 1.14.2τουτὶ δὲ τὸ νύττον μου τὴν καρδίαν
带有示差直指后缀 -ί 的指示代词 τουτί 与带冠词的现在分词短语 τὸ νύττον μου τὴν καρδίαν 构成同位语,作分句的主语(“这刺痛着我心灵的东西”),生动表现了克洛埃当下的切肤之感。
- 1.14.2Εἴθε αὐτοῦ σύριγξ ἐγενόμην, ἵνʼ ἐμπνέῃ μοι
εἴθε 后接过去直陈式(不定过去时 ἐγενόμην)表示与现在事实相反、无法实现的愿望(“但愿我能成为他的排箫”)。其后的 ἵνα 目的从句采用现在虚拟式 ἐμπνέῃ,表示在该假设情境下所期望的动作目的。
- 1.14.3οὐδὲ ὑμεῖς σώζετε
否定小品词 οὐδέ(“甚至不/连……也不”)修饰代词 ὑμεῖς 并构成反诘句,传达出绝望中的呼告:“难道连你们也不拯救……吗?”
