← 朗格斯

达夫尼斯与克洛伊

§1.13.1-1.13.6

克洛埃见达芙妮斯沐浴并萌生爱意

克洛埃看着达芙妮斯沐浴并抚摸他,为他的美貌与温柔所吸引,不知不觉陷入了初恋的狂乱折磨中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.1

Καὶ ἐλθὼν ἅμα τῇ Χλόῃ πρὸς τὸ νυμφαῖον τῇ μὲν ἔδωκε καὶ τὸν χιτωνίσκον καὶ τὴν πήραν φυλάττειν, αὐτὸς δὲ τῇ πηγῇ παραστὰς τήν τε κόμην καὶ τὸ σῶμα πᾶν ἀπελούετο.

他和克洛埃一起来到宁芙的神泉,把短袍和皮囊都交给她看管,自己则站在泉旁洗涤头发和全身。

§1.13.2

Ἦν δὲ ἡ μὲν κόμη μέλαινα καὶ πολλή, τὸ δὲ σῶμα ἐπίκαυτον ἡλίῳ· εἴκασεν ἄν τις αὐτὸ χρώζεσθαι τῇ σκιᾷ τῆς κόμης. Ἐδόκει δὲ τῇ Χλόῃ θεωμένῃ καλὸς ὁ Δάφνις, καὶ ὅτι τότε πρῶτον αὐτῇ καλὸς ἐδόκει, τὸ λουτρὸν ἐνόμιζε τοῦ κάλλους αἴτιον. Τὰ νῶτα δὲ ἀπολουούσης1 ἡ σὰρξ ὑπέπιπτε μαλθακή, ὥστε λαθοῦσα ἑαυτῆς ἥψατο πολλάκις, εἰ τρυφερωτέρα εἴη πειρωμένη.2

他的头发乌黑浓密,身体晒成了古铜色;人们尽可以想象那是被头发的阴影染成的颜色。在注视着的克洛埃看来,达芙妮斯显得十分俊美;又因她是第一次觉得他美,便以为这沐浴是俊美的原因。在她为他擦洗后背时,他的肌肤触碰之下显得温软柔韧,以至于她悄悄地屡次抚摸自己,试试看自己是否更为柔嫩。

§1.13.3

Καὶ (τότε γὰρ ἐπὶ δυσμαῖς ἦν ὁ ἥλιος) ἀπήλασαν τὰς ἀγέλας οἴκαδε, καὶ ἐπεπόνθει Χλόη περιττὸν οὐδέν, ὅτι μὴ3 Δάφνιν ἐπεθύμει λουόμενον ἰδέσθαι πάλιν.

随后(因为此时夕阳西下),他们将畜群赶回家去;克洛埃并无任何异样的感受,只是渴望再次看到达芙妮斯沐浴。

§1.13.4

Τῆς δὲ ἐπιούσης ὡς ἧκον εἰς τὴν νομήν, ὁ μὲν Δάφνις ὑπὸ τῇ δρυῒ τῇ συνήθει καθεζόμενος ἐσύριττε καὶ ἅμα τὰς αἶγας ἐπεσκόπει κατακειμένας καὶ ὥσπερ τῶν μελῶν ἀκροωμένας, ἡ δὲ Χλόη πλησίον καθημένη τὴν ἀγέλην μὲν τῶν προβάτων ἐπέβλεπε, τὸ δὲ πλέον εἰς Δάφνιν ἑώρα· καὶ ἐδόκει καλὸς αὐτῇ συρίττων πάλιν, καὶ αὖθις αἰτίαν ἐνόμιζε τὴν μουσικὴν τοῦ κάλλους, ὥστε μετʼ ἐκεῖνον καὶ αὐτὴ τὴν σύριγγα ἔλαβεν, εἴ πως γένοιτο καὶ αὐτὴ καλή.

次日他们来到牧场,达芙妮斯坐在惯常的橡树下吹响排箫,同时看守着躺卧在那里、宛如在倾听曲调的山羊群;克洛埃坐在一旁,虽也看顾着绵羊群,但更多时候是在注视达芙妮斯。吹箫的他再次在她眼中显得俊美,她又以为音乐是美的缘由,因而在他吹完后自己也拿过排箫,看自己能否也同样变得美丽。

§1.13.5

Ἔπεισε δὲ αὐτὸν καὶ λούσασθαι πάλιν καὶ λουόμενον εἶδε καὶ ἰδοῦσα ἥψατο καὶ ἀπῆλθε πάλιν ἐπαινέσασα, καὶ ὁ ἔπαινος ἦν ἔρωτος ἀρχή. Ὅ τι μὲν οὖν ἔπασχεν οὐκ ᾔδει νέα κόρη καὶ ἐν ἀγροικίᾳ τεθραμμένη καὶ οὐδὲ ἄλλου λέγοντος ἀκούσασα τὸ τοῦ ἔρωτος ὄνομα· ἄση δὲ αὐτῆς εἶχε τὴν ψυχήν, καὶ τῶν ὀφθαλμῶν οὐκ ἐκράτει καὶ πολλὰ ἐλάλει Δάφνιν·4 τροφῆς ἠμέλει, νύκτωρ ἠγρύπνει, τῆς ἀγέλης κατεφρόνει· νῦν ἐγέλα, νῦν ἔκλαεν· εἶτα ἐκάθευδεν, εἶτα ἀνεπήδα· ὠχρία τὸ πρόσωπον, ἐρυθήματι αὖθις ἐφλέγετο. Οὐδὲ βοὸς οἴστρῳ πληγείσης τοιαῦτα ἔργα. Ἐπῆλθόν ποτε αὐτῇ καὶ τοιοίδε λόγοι μόνῃ γενομένῃ.

她还说服他再次去沐浴,看着他沐浴,看过之后又伸手抚摸,并在再次赞美之后离去;这赞美便是爱情的开端。她不知道自己究竟遭遇了什么,因为她是一个在乡村长大的年轻少女,甚至从未听别人提起过“爱”的名字;然而一种焦灼的烦闷攫住了她的心灵,她无法控制自己的双眼,口中不住念叨着达芙妮斯;她茶饭不思,彻夜难眠,对羊群不闻不问;时而大笑,时而哭泣;刚睡去又猛然跳起;面色忽而苍白,忽而羞红如火。即便是被牛虻蜇伤的母牛,也不会有此般举止。某次当她独自一人时,心头竟涌现出这样一番话来。

语法注4 条
  1. 1.13.2Τὰ νῶτα δὲ ἀπολουούσης

    属格独立结构,分词 ἀπολουούσης(阴性单数现在时)的逻辑主语(克洛埃)未显式给出,由前文语境(τῇ Χλόῃ)顺承省略。

  2. 1.13.2εἰ τρυφερωτέρα εἴη πειρωμένη

    连词 εἰ 后接祈愿语气(εἴη),构成表示试探或尝试的间接疑问从句(“试着看她是否更为……”)。

  3. 1.13.3ὅτι μὴ

    紧接否定词(οὐδέν)之后的习语,意为“除……之外”(相当于 πλὴν ὅτι)。

  4. 1.13.6πολλὰ ἐλάλει Δάφνιν

    动词 λαλέω 通常为不及物动词,此处与人名宾格(Δάφνιν)及副词性宾格 πολλὰ 连用,作及物用法,意为“不住地念叨达芙妮斯的名字/言必称达芙妮斯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.13.1-1.13.6