- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.12.1-1.12.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达芙妮斯在追逐打斗的公羊时跌入陷阱,所幸落在先掉下去的公羊身上而未受伤,随后被克洛埃与牧牛人合力救出。
Τράγοι παροξυνθέντες ἐς μάχην συνέπεσον. Τῷ οὖν ἑτέρῳ τὸ ἕτερον κέρας βιαιοτέρας γενομένης συμβολῆς θραύεται, καὶ ἀλγήσας φριμαξάμενος ἐς φυγὴν ἐτράπετο· ὁ δὲ νικῶν κατʼ ἴχνος ἑπόμενος ἄπαυστον ἐποίει τὴν φυγήν. Ἀλγεῖ Δάφνις περὶ τῷ κέρατι καὶ τῇ θρασύτητι ἀχθεσθεὶς τὴν καλαύροπα λαβὼν ἐδίωκε τὸν διώκοντα.
公羊们被激怒,彼此争斗起来。因撞击极为猛烈,其中一只的一只角被折断了,它痛得喷着响鼻落荒而逃;获胜的那只紧随其后,令它逃个不停。达芙妮斯为那只折断的角感到难过,又对胜者的放肆颇为恼火,便拿起牧杖去追赶那追逐者。
Οἷα δὲ τοῦ μὲν ὑπεκφεύγοντος, τοῦ δὲ ὀργῇ διώκοντος οὐκ ἀκριβὴς ἦν τῶν ἐν ποσὶν ἡ πρόσοψις, ἀλλὰ κατὰ τοῦ χάσματος ἄμφω πίπτουσιν, ὁ τράγος πρότερος, ὁ Δάφνις δεύτερος. Τοῦτο καὶ ἔσωσε Δάφνιν, χρήσασθαι τῆς καταφορᾶς ὀχήματι τῷ τράγῳ.1
由于一个仓皇奔逃,另一个愤然追赶,他们都没有仔细看脚下的路,结果双双跌入深坑,公羊在前,达芙妮斯在后。正是这一点救了达芙妮斯——他把公羊当作了下坠时的垫底坐骑。
Ὁ μὲν δὴ τὸν ἀνιμησόμενον, εἴ τις ἄρα γένοιτο, δακρύων ἀνέμενεν· ἡ δὲ Χλόη θεασαμένη τὸ συμβὰν δρόμῳ παραγίνεται πρὸς τὸν σιρόν, καὶ μαθοῦσα ὅτι ζῇ, καλεῖ τινὰ βουκόλον ἐκ τῶν ἀγρῶν τῶν πλησίον πρὸς ἐπικουρίαν.
达芙妮斯流着泪等待有人来将他拉上去(如果真能来人的话);克洛埃见状跑向坑边,得知他还活着,便从邻近田地里唤来一位牧牛人帮忙。
Ὁ δὲ ἐλθὼν σχοῖνον ἐζήτει μακράν, ἧς ἐχόμενος ἀνιμώμενος ἐκβήσεται. Καὶ σχοῖνος μὲν οὐκ ἦν, ἡ δὲ Χλόη λυσαμένη ταινίαν δίδωσι καθεῖναι τῷ βουκόλῳ· καὶ οὕτως οἱ μὲν ἐπὶ τοῦ χείλους ἑστῶτες εἷλκον, ὁ δὲ ἀνέβη ταῖς τῆς ταινίας ὁλκαῖς ταῖς χερσὶν ἀκολουθῶν.
牧牛人赶来后寻找长绳,以便达芙妮斯抓着被拉扯上来脱险。然而并没有绳子,克洛埃便解下自己的束胸带递给牧牛人放下去;于是站在坑沿上的两人用力拉拽,达芙妮斯则双手顺着带子的牵引向上攀爬。
Ἀνιμήσαντο δὲ καὶ τὸν ἄθλιον τράγον συντεθραυσμένον ἄμφω τὰ κέρατα· τοσοῦτον ἄρα ἡ δίκη μετῆλθε τοῦ νικηθέντος τράγου.2 Τοῦτον μὲν δὴ τυθησόμενον χαρίζονται σῶστρα τῷ βουκόλῳ, καὶ ἔμελλον ψεύδεσθαι πρὸς τοὺς οἴκοι λύκων ἐπιδρομήν,3 εἴ τις αὐτὸν ἐπόθησεν· αὐτοὶ δὲ ἐπανελθόντες ἐπεσκόπουν τὴν ποίμνην καὶ τὸ αἰπόλιον· καὶ ἐπεὶ κατέμαθον ἐν κόσμῳ νομῆς καὶ τὰς αἶγας καὶ τὰ πρόβατα, καθίσαντες ὑπὸ στελέχει δρυὸς ἐσκόπουν μή τι μέρος τοῦ σώματος ὁ Δάφνις ᾕμαξε καταπεσών.
他们把那只双角皆已折碎的可怜公羊也拉了上来;正义竟这般替战败的公羊进行了追讨惩罚。他们把这只羊作为谢礼赠给牧牛人去宰杀;若有人问起这只羊,他们打算对家里人谎称是遭遇了狼群袭击。两人回去察看绵羊群和山羊群;见山羊和绵羊都在安然吃草,便在一棵橡树干下坐下来,察看达芙妮斯摔下去时身体各处是否有流血受伤。
Ἐτέτρωτο μὲν οὖν οὐδὲν οὐδὲ ᾕμακτο οὐδέν, χώματος δὲ καὶ πηλοῦ ἐπέπαστο καὶ τὰς κόμας καὶ τὸ ἄλλο σῶμα. Ἐδόκει δὴ λούσασθαι, πρὶν αἴσθησιν γενέσθαι τοῦ συμβάντος Λάμωνι καὶ Μυρτάλῃ.
他身上全无伤口,也没有流血,只是头发和全身都沾满了泥土污垢。于是他们决定在拉蒙和米耳塔勒发觉此事之前,先去清洗一番。
- 1.12.2Τοῦτο καὶ ἔσωσε Δάφνιν, χρήσασθαι τῆς καταφορᾶς ὀχήματι τῷ τράγῳ
不定式短语 χρήσασθαι... τῷ τράγῳ 作为同格不定式,用以具体说明指示代词 Τοῦτο 的内容。属格 τῆς καταφορᾶς 修饰名词 ὀχήματι,作限定或目的性属格,意为“作为下坠时的坐骑(缓冲物)”。
- 1.12.5τοσοῦτον ἄρα ἡ δίκη μετῆλθε τοῦ νικηθέντος τράγου
主语 ἡ δίκη 为“正义/惩罚”的拟人化用法。动词 μετῆλθε(源自 μετέρχομαι)意为追讨、复仇,属格 τοῦ νικηθέντος τράγου 则作为表达目的或相关对象的属格,意指“替被战胜的公羊讨回公道”。
- 1.12.5ψεύδεσθαι πρὸς τοὺς οἴκοι λύκων ἐπιδρομήν
动词 ψεύδεσθαι 支配表示谎言内容的直接宾格 λύκων ἐπιδρομήν(“狼群的袭击”),被说谎的对象则由介词短语 πρὸς τοὺς οἴκοι(“对家里人”)表示。
